Textus Originalis

XXXV. Αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος ἄδηλόν ἐστιν· οἱ δὲ δυνατώτατοι τῶν πολιτῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχίστην, τά τ᾽ ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖνος ἠθέλησεν. ἐκπλεύσας δὲ ταῖς ἑκατὸν ναυσὶ καὶ προσβαλὼν Ἄνδρῳ, μάχῃ μὲν ἐκράτησεν αὐτῶν καὶ Λακεδαιμονίων ὅσοι παρῆσαν, οὐχ εἷλε δὲ τὴν πόλιν, ἀλλὰ τοῦτο τῶν καινῶν 1 ἐγκλημάτων πρῶτον ὑπῆρξε κατ᾽ αὐτοῦ τοῖς ἐχθροῖς. Ἔοικε δ᾽, εἴ τις ἄλλος, ὑπὸ τῆς αὑτοῦ δόξης καταλυθῆναι καὶ ᾿Αλκιβιάδης. μεγάλη γὰρ οὖσα καὶ τόλμης καὶ συνέσεως γέμουσα ἀφ᾽ ὧν κατώρθωσεν, ὕποπτον αὐτοῦ τὸ ἐλλεῖπον, ὡς οὐ σπουδάσαντος, ἀπιστίᾳ τοῦ μὴ δυνηθῆναι παρεῖχε· σπουδάσαντα γὰρ οὐδὲν ἂν διαφυγεῖν. ἤλπιζον δὲ καὶ Χίους ἑαλωκότας ἀκούσεσθαι καὶ τὴν ἄλλην ᾿Ιωνίαν. ὅθεν ἠγανάκτουν μὴ ταχὺ πάντα μηδ᾽ εὐθέως, ὡς ἐβούλοντο, πυνθανόμενοι διαπεπραγμένον, οὐχ ὑπολογιζόμενοι τὴν ἀχρηματίαν, ἀφ᾽ ἧς πολεμῶν πρὸς ἀνθρώπους βασιλέα μέγαν χορηγὸν ἔχοντας ἠναγκάζετο πολλάκις ἐκπλέων καὶ ἀπολείπων τὸ στρατόπεδον μισθοὺς καὶ τροφὰς πορίζειν. καὶ γὰρ τὸ τελευταῖον ἔγκλημα διὰ ταύτην ἔλαβε τὴν αἰτίαν. Λυσάνδρου γὰρ ἐπὶ τὴν ναυαρχίαν ἀποσταλέντος ὑπὸ Λακεδαιμονίων, καὶ τετρώβολον ἀντὶ τριωβόλου τῷ ναύτῃ διδόντος ἐξ ὧν ἔλαβε παρὰ Κύρου χρημάτων, αὐτὸς ἤδη γλίσχρως χορηγῶν καὶ τὸ τριώβολον ἀπῆρεν ἀργυρολογήσων ἐπὶ Καρίας. ὁ δ᾽ ἀπολειφθεὶς ἐπὶ τῶν νεῶν ἐπιμελητὴς ᾿Αντίοχος ἀγαθὸς μὲν ἦν κυβερνήτης, ἀνόητος δὲ τἄλλα καὶ φορτικός· ἔχων δὲ πρόσ-

Note a pie di pagina

1 1 καινῶν with Bekker, Mᵃ and Cobet: κοινῶν (vulg).