Textus Originalis
ταγμα παρὰ τοῦ ᾿Αλκιβιάδου μηδ᾽ ἂν ἐπιπλέωσιν οἱ πολέμιοι διαναυμαχεῖν, οὕτως ἐξύβρισε καὶ κατεφρόνησεν ὥστε τὴν αὑτοῦ πληρωσάμενος τριήρη καὶ τῶν ἄλλων μίαν ἐπιπλεῦσαι τῇ ᾿Εφέσῳ καὶ παρὰ τὰς πρῴρας τῶν πολεμίων νεῶν πολλὰ καὶ πράττων καὶ φθεγγόμενος ἀκόλαστα καὶ βωμολόχα παρεξελαύνειν. τὸ μὲν οὖν πρῶτον Λύσανδρος ὀλίγαις ναυσὶν ἐπαναχθεὶς ἐδίωκεν αὐτόν, τῶν δ᾽ ᾿Αθηναίων ἐπιβοηθούντων πάσαις ἀναχθεὶς καὶ κρατήσας αὐτόν τε διέφθειρε τὸν ᾿Αντίοχον καὶ ναῦς ἔλαβε πολλὰς καὶ ἀνθρώπους καὶ τρόπαιον ἔστησεν. ὡς δὲ ταῦτ᾽ ἤκουσεν ὁ ᾿Αλκιβιάδης ἐπανελθὼν εἰς Σάμον, ἀνήχθη παντὶ τῷ στόλῳ καὶ προυκαλεῖτο τὸν Λύσανδρον. ὁ δ᾽ ἠγάπα νενικηκὼς καὶ οὐκ ἀντανήγετο. XXXVI. Τῶν δὲ μισούντων τὸν ᾿Αλκιβιάδην ἐν τῷ στρατοπέδῳ Θρασύβουλος ὁ Θράσωνος ἐχθρὸς ὢν ἀπῆρεν εἰς ᾿Αθήνας κατηγορήσων. καὶ τοὺς ἐκεῖ παροξύνας ἔλεγε πρὸς τὸν δῆμον ὡς ᾿Αλκιβιάδης διέφθαρκε τὰ πράγματα καὶ τὰς ναῦς ἀπολώλεκεν, ἐντρυφῶν τῇ ἀρχῇ καὶ παραδιδοὺς τὴν στρατηγίαν ἀνθρώποις ἐκ πότων καὶ ναυτικῆς σπερμολογίας δυναμένοις παρ᾽ αὐτῷ μέγιστον, ὅπως αὐτὸς ἐπ᾽ ἀδείας χρηματίζηται περιπλέων καὶ ἀκολασταίνῃ μεθυσκόμενος καὶ συνὼν ἑταίραις ᾿Αβυδηναῖς καὶ Ἰωνίσιν, ἐφορμούντων δι᾽ ὀλίγου τῶν πολεμίων. ἐνεκάλουν