Textus Originalis

XXXVII. Ταῦτα δὲ λέγοντος τοῦ ᾿Αλκιβιάδου, καὶ παραινοῦντος εἰς Σηστὸν μεθορμίσαι τὸν στόλον, οὐ προσεῖχον οἱ στρατηγοί· Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἐκέλευσεν ἀποχωρεῖν, οὐ γὰρ ἐκεῖνον, ἀλλ᾽ ἑτέρους στρατηγεῖν. ὁ δ᾽ ᾿Αλκιβιάδης ὑπονοήσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπήει, καὶ τοῖς προπέμπουσι τῶν ἀπὸ τοῦ στρατοπέδου γνωρίμων ἔλεγεν ὅτι μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατηγῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε Λακεδαιμονίους διαναυμαχεῖν αὐτοῖς ἄκοντας ἢ τὰς ναῦς ἀπολιπεῖν. ἐδόκει δὲ τοῖς μὲν ἀλαζονεύεσθαι, τοῖς δ᾽ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο καὶ διαταράττοι τὸ στρατόπεδον αὐτῶν. Ὅτι μέντοι τὰς ἁμαρτίας τῶν ᾿Αθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον μετὰ Κόνωνος, αἱ δ᾽ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι. τῶν δ᾽ ἀνθρώπων τρισχιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς ᾿Αθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν. Ἐκ δὲ τούτου φοβηθεὶς ὁ ᾿Αλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ῴκει τείχεσιν. ἐν δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν ἀναβαίνειν πρὸς