Textus Originalis

᾿Αρταξέρξην, ἑαυτόν τε μὴ χείρονα Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ φανεῖσθαι νομίζων, καὶ κρείττονα τὴν πρόφασιν· οὐ γὰρ ἐπὶ τοὺς πολίτας, ὡς ἐκεῖνον, ἀλλ᾽ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως· εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος. XXXVIII. ᾿Αθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον καὶ τῆς ἡγεμονίας ἀποστερηθέντες· ἐπεὶ δὲ καὶ τὴν ἐλευθερίαν ἀφελόμενος αὐτῶν ὁ Λύσανδρος ἀνδράσι τριάκοντα παρέδωκε τὴν πόλιν, οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς, ἀπολωλότων ἤδη τῶν πραγμάτων, συνίεσαν, ὀλοφυρόμενοι, καὶ διεξιόντες τὰς ἁμαρτίας, αὑτῶν καὶ ἀγνοίας, ὧν μεγίστην ἐποιοῦντο τὴν δευτέραν πρὸς ᾿Αλκιβιάδην ὀργήν. ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλ᾽ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. ἔτι δ᾽ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα τῶν ᾿Αθηναίων ᾿Αλκιβιάδου περιόντος· οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθ᾽ ἡσυχίας, οὔτε νῦν, εἰ τὰ καθ᾽ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας. Ταῦτα δ᾽ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν