Textus Originalis
ΑΛΚΙΒΙΑΔΗΣ Ι. Τὸ ᾿Αλκιβιάδου γένος ἄνωθεν Εὐρυσάκην τὸν Αἴαντος ἀρχηγὸν ἔχειν δοκεῖ, πρὸς δὲ μητρὸς ᾿Αλκμαιωνίδης ἦν, ἐκ Δεινομάχης γεγονὼς τῆς Μεγακλέους. ὁ δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ ᾿Αρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. τοῦ δὲ ᾿Αλκιβιάδου Περικλῆς καὶ ᾿Αρίφρων οἱ Ξανθίππου, προσήκοντες κατὰ γένος, ἐπετρόπευον. Λέγεται δ᾽ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας καὶ φιλανθρωπίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυσεν, εἴγε Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμάχου καὶ Φορμίωνος Θρασυβούλου τε καὶ Θηραμένους, ἐπιφανῶν ἀνδρῶν γενομένων κατ᾽ αὐτόν, οὐδενὸς οὐδ᾽ ἡ μήτηρ ὀνόματος τετύχηκεν, ᾿Αλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαιναν, ᾿Αμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ μὲν ᾿Αντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε.