Textus Originalis

Περὶ μὲν οὖν τοῦ κάλλους ᾿Αλκιβιάδου οὐδὲν ἴσως δεῖ λέγειν, πλὴν ὅτι καὶ παῖδα καὶ μειράκιον καὶ ἄνδρα πάσῃ συνανθῆσαν τῇ ἡλικίᾳ καὶ ὥρᾳ τοῦ σώματος ἐράσμιον καὶ ἡδὺν παρέσχεν. οὐ γάρ, ὡς Εὐριπίδης ἔλεγε, πάντων τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστιν, ἀλλὰ τοῦτο ᾿Αλκιβιάδῃ μετ᾽ ὀλίγων ἄλλων δι᾽ εὐφυΐαν καὶ ἀρετὴν σώματος ὑπῆρξε. τῇ δὲ φωνῇ καὶ τὴν τραυλότητα ἐμπρέψαι λέγουσι καὶ τῷ λάλῳ πιθανότητα παρασχεῖν χάριν ἐπιτελοῦσαν. μέμνηται δὲ καὶ ᾿Αριστοφάνης αὐτοῦ τῆς τραυλότητος ἐν οἷς ἐπισκώπτει Θέωρον· Εἶτ᾽ ᾿Αλκιβιάδης εἶπε πρός με τραυλίσας· “ ὁλᾷς Θέωλον; τὴν κεφαλὴν κόλακος ἔχει.” ὀρθῶς γε τοῦτ᾽ ᾿Αλκιβιάδης ἐτραύλισεν. καὶ Ἄρχιππος τὸν υἱὸν τοῦ ᾿Αλκιβιάδου σκώπτων· “ Βαδίζει,” φησί, “ διακεχλιδώς, θοἰμάτιον ἕλκων, ὅπως ἐμφερὴς μάλιστα τῷ πατρὶ δόξειεν εἶναι, Κλασαυχενεύεταί τε καὶ τραυλίζεται.” ΙΙ. Τὸ δ᾽ ἦθος αὐτοῦ πολλὰς μὲν ὕστερον, ὡς εἰκὸς ἐν πράγμασι μεγάλοις καὶ τύχαις πολυτρόποις, ἀνομοιότητας πρὸς αὑτὸ καὶ μεταβολὰς ἐπεδείξατο. φύσει δὲ πολλῶν ὄντων καὶ μεγάλων παθῶν ἐν αὐτῷ, τὸ φιλόνεικον ἰσχυρότατον