Textus Originalis
Σὲ δ᾽ ἀείσομαι, ὦ Κλεινίου παῖ. καλὸν ἁ νίκα· κάλλιστον δ᾽, ὃ μηδεὶς ἄλλος Ἑλλάνων, ἅρματι πρῶτα δραμεῖν καὶ δεύτερα καὶ τρίτα, βῆναί τ᾽ ἀπονητί, Διὸς στεφθέντα τ᾽ ἐλαίᾳ κάρυκι βοᾶν 1 παραδοῦναι. XII. Τοῦτο μέντοι τὸ λαμπρὸν ἐπιφανέστερον ἐποίησεν ἡ τῶν πόλεων φιλοτιμία. σκηνὴν μὲν γὰρ αὐτῷ κεκοσμημένην διαπρεπῶς ἔστησαν ᾿Εφέσιοι, τροφὰς δὲ ἵπποις καὶ πλῆθος ἱερείων παρεῖχεν ἡ Χίων πόλις, οἶνον δὲ Λέσβιοι καὶ τὴν ἄλλην ὑποδοχὴν ἀφειδῶς ἑστιῶντι πολλούς. οὐ μὴν ἀλλὰ καὶ διαβολή τις ἢ κακοήθεια γενομένη περὶ τὴν φιλοτιμίαν ἐκείνην πλείονα λόγον παρέσχε. Λέγεται γὰρ ὡς ἦν ᾿Αθήνησι Διομήδης, ἀνὴρ οὐ πονηρός, ᾿Αλκιβιάδου φίλος, ἐπιθυμῶν δὲ νίκην ᾿Ολυμπικὴν αὐτῷ γενέσθαι· καὶ πυνθανόμενος ἅρμα δημόσιον ᾿Αργείοις εἶναι, τὸν ᾿Αλκιβιάδην εἰδὼς ἐν Ἄργει μέγα δυνάμενον καὶ φίλους ἔχοντα πολλούς, ἔπεισεν αὐτῷ πρίασθαι τὸ ἅρμα. πριάμενος δὲ ὁ ᾿Αλκιβιάδης ἴδιον ἀπεγράψατο, τὸν δὲ Διομήδη χαίρειν εἴασε χαλεπῶς φέροντα καὶ μαρτυρόμενον θεοὺς καὶ ἀνθρώπους. φαίνεται δὲ καὶ δίκη συστᾶσα περὶ τούτου, καὶ λόγος Ἰσοκράτει γέγραπται περὶ τοῦ ζεύγους ὑπὲρ τοῦ
Note a pie di pagina
1 1 Διὸς στεφθέντα τ᾽ ἐλαίᾳ κάρυκι βοᾶν with Hermann and Bergk (Poet. Lyr. Gr. ii.⁴ p. 266): δὶς στεφθέντ᾽ ἐλαίᾳ κάρυκι βοὰν (Bekker, βοᾶν).