Textus Originalis

᾿Αλκιβιάδου παιδός, ἐν ᾧ Τισίας ἐστίν, οὐ Διομήδης, ὁ δικασάμενος. XIII. Ἐπεὶ δ᾽ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μειράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγωγούς, ἀγῶνα δ᾽ εἶχε πρός τε Φαίακα τὸν ᾿Ερασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθ᾽ ἡλικίαν προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαίακα δ᾽ ἀρχόμενον, ὥσπερ αὐτός, αὐξάνεσθαι τότε καὶ γνωρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τε ἄλλοις καὶ περὶ τὸν λόγον. ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός. ἦν γάρ, ὡς Εὔπολίς φησι, Λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν. φέρεται δὲ καὶ λόγος τις κατ᾽ ᾿Αλκιβιάδου ὑπὸ Φαίακος γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης ᾿Αλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθ᾽ ἡμέραν δίαιταν. Ἦν δέ τις Ὑπέρβολος Περιθοίδης, οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης, τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ

Note a pie di pagina

1 2 ὑπὸ with Coraés: καί.