Textus Originalis
ἔρωτας ὑβρίσματα, καὶ θηλύτητας ἐσθήτων ἁλουργῶν ἑλκομένων δι᾽ ἀγορᾶς, καὶ πολυτέλειαν ὑπερήφανον, ἐκτομάς τε καταστρωμάτων ἐν ταῖς τριήρεσιν, ὅπως μαλακώτερον ἐγκαθεύδοι, κειρίαις, ἀλλὰ μὴ σανίσι, τῶν στρωμάτων ἐπιβαλλομένων, ἀσπίδος τε διαχρύσου ποίησιν οὐδὲν ἐπίσημον τῶν πατρίων ἔχουσαν, ἀλλ᾽ Ἔρωτα κεραυνοφόρον, ἅπερ 1 ὁρῶντες οἱ μὲν ἔνδοξοι μετὰ τοῦ βδελύττεσθαι καὶ δυσχεραίνειν ἐφοβοῦντο τὴν ὀλιγωρίαν αὐτοῦ καὶ παρανομίαν, ὡς τυραννικὰ καὶ ἀλλόκοτα, τοῦ δὲ δήμου τὸ πάθος τὸ πρὸς αὐτὸν οὐ κακῶς ἐξηγούμενος ὁ ᾿Αριστοφάνης ταῦτ᾽ εἴρηκε· Ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν, ἔτι δὲ μᾶλλον τῇ ὑπονοίᾳ πιέζων Μάλιστα μὲν λέοντα μὴ ᾽ν πόλει τρέφειν· ἢν δ᾽ ἐκτρέφῃ τις, τοῖς τρόποις ὑπηρετεῖν. ἐπιδόσεις γὰρ καὶ χορηγίαι καὶ φιλοτιμήματα πρὸς τὴν πόλιν ὑπερβολὴν μὴ ἀπολείποντα καὶ δόξα προγόνων καὶ λόγου δύναμις καὶ σώματος εὐπρέπεια καὶ ῥώμη μετ᾽ ἐμπειρίας τῶν πολεμικῶν καὶ ἀλκῆς πάντα τἄλλα συγχωρεῖν ἐποίει καὶ φέρειν μετρίως τοὺς ᾿Αθηναίους, ἀεὶ τὰ πραότατα τῶν ὀνομάτων τοῖς ἁμαρτήμασι τιθεμένους, παιδιὰς καὶ φιλοτιμίας.
Note a pie di pagina
1 1 ἅπερ. Either some verb is to be supplied from the context for the preceding accusatives (so Coraés), or ἅπερ is to be deleted (so Bekker and Sintenis²).