Textus Originalis

Οἷον ἦν καὶ τὸ ᾿Αγάθαρχον εἶρξαι τὸν ζωγράφον, εἶτα γράψαντα τὴν οἰκίαν ἀφεῖναι δωρησάμενον· καὶ Ταυρέαν ἀντιχορηγοῦντα ῥαπίσαι φιλοτιμούμενον ὑπὲρ τῆς νίκης· καὶ τὸ Μηλίαν γυναῖκα ἐκ τῶν αἰχμαλώτων ἐξελόμενον καὶ συνόντα θρέψαι παιδάριον ἐξ αὐτῆς. καὶ γὰρ τοῦτο φιλάνθρωπον ἐκάλουν· πλὴν ὅτι τοὺς Μηλίους ἡβηδὸν ἀποσφαγῆναι τὴν πλείστην αἰτίαν ἔσχε, τῷ ψηφίσματι συνειπών. ᾿Αριστοφῶντος δὲ Νεμέαν γράψαντος ἐν ταῖς ἀγκάλαις αὑτῆς καθήμενον ᾿Αλκιβιάδην ἔχουσαν, ἐθεῶντο καὶ συνέτρεχον χαίροντες. οἱ δὲ πρεσβύτεροι καὶ τούτοις ἐδυσχέραινον ὡς τυραννικοῖς καὶ παρανόμοις. ἐδόκει δὲ καὶ ᾿Αρχέστρατος οὐκ ἀπὸ τρόπου λέγειν ὡς ἡ Ἑλλὰς οὐκ ἂν ἤνεγκε δύο ᾿Αλκιβιάδας. Ἐπεὶ δὲ Τίμων ὁ μισάνθρωπος εὐημερήσαντα τὸν ᾿Αλκιβιάδην καὶ προπεμπόμενον ἀπὸ τῆς ἐκκλησίας ἐπιφανῶς οὐ παρῆλθεν οὐδ᾽ ἐξέκλινεν, ὥσπερ εἰώθει τοὺς ἄλλους, ἀλλ᾽ ἀπαντήσας καὶ δεξιωσάμενος, “ Εὖ γ᾽,” ἔφη, “ ποιεῖς αὐξόμενος, ὦ παῖ· μέγα γὰρ αὔξῃ κακὸν ἅπασι τούτοις.” οἱ μὲν ἐγέλων, οἱ δ᾽ ἐβλασφήμουν, ἐνίους δὲ καὶ πάνυ τὸ λεχθὲν ἐπέστρεφεν. οὕτως ἄκριτος ἦν ἡ δόξα περὶ αὐτοῦ διὰ τὴν τῆς φύσεως ἀνωμαλίαν. XVII. Σικελίας δὲ καὶ Περικλέους ἔτι ζῶντος