Textus Originalis
προσημαίνοντος, ὁ δὲ Μέτων εἴτε δείσας ἐκ λογισμοῦ τὸ μέλλον εἴτε μαντικῆς τινι τρόπῳ χρησάμενος ἐσκήψατο μεμηνέναι, καὶ λαβὼν δᾷδα καιομένην οἷος ἦν αὑτοῦ τὴν οἰκίαν ὑφάπτειν. ἔνιοι δέ φασι προσποίημα μὲν μανίας μηδὲν ἐσκευάσθαι τὸν Μέτωνα, καταπρῆσαι δὲ τὴν οἰκίαν νύκτωρ, εἶθ᾽ ἕωθεν προελθόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἐπὶ συμφορᾷ τηλικαύτῃ τὸν υἱὸν αὐτῷ παρεθῆναι τῆς στρατείας. ἐκεῖνος μὲν οὖν ἔτυχεν ὧν ἠξίου, παρακρουσάμενος τοὺς πολίτας. XVIII. Ὁ δὲ Νικίας ἄκων μὲν ᾑρέθη στρατηγός, οὐχ ἥκιστα τὴν ἀρχὴν καὶ διὰ τὸν συνάρχοντα φεύγων· ἐφαίνετο γὰρ τοῖς ᾿Αθηναίοις τὰ τοῦ πολέμου βέλτιον ἕξειν μὴ προεμένοις τὸν ᾿Αλκιβιάδην ἄκρατον, ἀλλὰ μιχθείσης πρὸς τὴν τόλμαν αὐτοῦ τῆς Νικίου προνοίας· καὶ γὰρ ὁ τρίτος στρατηγὸς Λάμαχος ἡλικίᾳ προήκων ὅμως ἐδόκει μηδὲν ἧττον εἶναι τοῦ ᾿Αλκιβιάδου διάπυρος καὶ φιλοκίνδυνος ἐν τοῖς ἀγῶσι· βουλευομένων δὲ περὶ πλήθους καὶ τρόπου παρασκευῆς ἐπεχείρησεν αὖθις ὁ Νικίας ἐνίστασθαι καὶ καταπαύειν τὸν πόλεμον. ἀντειπόντος δὲ τοῦ ᾿Αλκιβιάδου καὶ κρατήσαντος, ἔγραψε τῶν ῥητόρων Δημόστρατος καὶ εἶπεν ὡς χρὴ τοὺς στρατηγοὺς αὐτοκράτορας εἶναι καὶ τῆς παρασκευῆς καὶ τοῦ πολέμου παντός. Ἐπιψηφισαμένου δὲ τοῦ δήμου καὶ γενομένων ἑτοίμων πάντων πρὸς τὸν ἔκπλουν, οὐ χρηστὰ