Textus Originalis
παρῆν οὐδὲ τὰ τῆς ἑορτῆς. ὠνίων γὰρ εἰς τὰς ἡμέρας ἐκείνας καθηκόντων εἴδωλα πολλαχοῦ νεκροῖς ἐκκομιζομένοις ὅμοια προὔκειντο ταῖς γυναιξί, καὶ ταφὰς ἐμιμοῦντο κοπτόμεναι, καὶ θρήνους ᾖδον. ἡ μέντοι τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ τῶν πλείστων ἀκρωτηριασθέντων τὰ πρόσωπα, πολλοὺς καὶ τῶν περιφρονούντων τὰ τοιαῦτα διετάραξεν. ἐλέχθη μὲν οὖν ὅτι Κορίνθιοι διὰ τοὺς Συρακουσίους ἀποίκους ὄντας, ὡς ἐπισχέσεως ἐσομένης πρὸς τῶν οἰωνῶν ἢ μεταγνώσεως τοῦ πολέμου, ταῦτα δράσειαν. οὐ μὴν ἥπτετό γε τῶν πολλῶν οὔθ᾽ οὗτος ὁ λόγος οὔθ᾽ ὁ τῶν σημεῖον δεινὸν εἶναι μηδὲν οἰομένων, ἀλλ᾽ οἷα φιλεῖ φέρειν ἄκρατος ἀκόλαστος εἰς ὕβριν ἐκ παιδιᾶς ὑποφερομένων· ὀργῇ δ᾽ ἅμα καὶ φόβῳ τὸ γεγονὸς λαμβάνοντες ὡς ἀπὸ συνωμοσίας ἐπὶ πράγμασι μεγάλοις τετολμημένον, ἅπασαν ἐξήταζον ὑπόνοιαν πικρῶς ἥ τε βουλὴ συνιοῦσα περὶ τούτων καὶ ὁ δῆμος ἐν ὀλίγαις ἡμέραις πολλάκις. XIX. Ἐν δὲ τούτῳ δούλους τινὰς καὶ μετοίκους προήγαγεν ᾿Ανδροκλῆς ὁ δημαγωγὸς ἄλλων τε ἀγαλμάτων περικοπὰς καὶ μυστηρίων παρ᾽ οἶνον ἀπομιμήσεις τοῦ ᾿Αλκιβιάδου καὶ τῶν φίλων κατηγοροῦντας. ἔλεγον δὲ Θεόδωρον μέν 1 τινὰ δρᾶν τὰ τοῦ κήρυκος, Πουλυτίωνα δὲ τὰ τοῦ δᾳδούχου, τὰ δὲ τοῦ ἱεροφάντου τὸν ᾿Αλκιβιάδην, τοὺς δ᾽ ἄλλους ἑταίρους παρεῖναι καὶ μυεῖσθαι μύστας προσαγορευομένους. ταῦτα γὰρ ἐν τῇ
Note a pie di pagina
1 1 μέν supplied by Coraés and Sint.²; Bekker supplies καὶ, after Bryan.