Textus Originalis

τες ἐπ᾽ αἰτίαις τηλικαύταις. ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δ᾽ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς· Ὦ φίλταθ᾽ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν. Καὶ ὁ 1 Ἑρμῆς· Φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ. Καίτοι βέβαιον οὐδὲν οὐδ᾽ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δ᾽ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης ὅτε ταῦτ᾽ ἐδρᾶτο· ὃ θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δ᾽ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλ᾽ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι. XXI. Τῶν οὖν δεθέντων καὶ φυλαττομένων ἐπὶ κρίσει τότε καὶ ᾿Ανδοκίδης ἦν ὁ ῥήτωρ, ὃν Ἑλλάνικος ὁ συγγραφεὺς εἰς τοὺς ᾿Οδυσσέως ἀπογόνους ἀνήγαγεν. ἐδόκει δὲ μισόδημος καὶ ὀλιγαρχικὸς ὁ ᾿Ανδοκίδης, ὕποπτον δὲ οὐχ

Note a pie di pagina

1 1 ὁ supplied by Coraés and Sint.²; Bekker supplies καὶ, after Bryan.