Textus Originalis
λιπόντα καθ᾽ ἑαυτοῦ καὶ διαβολὰς ἐκπέμπεσθαι μετέωρον ἐπὶ τοσαύτης δυνάμεως· ἀποθανεῖν γὰρ προσήκειν μὴ λύσαντι τὰς κατηγορίας, λύσαντι δὲ καὶ φανέντι καθαρῷ τρέπεσθαι πρὸς τοὺς πολεμίους μὴ δεδοικότι τοὺς συκοφάντας. ΧΧ. Ἐπεὶ δ᾽ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους, καὶ τὴν ἄλλην παρασκευὴν ἀξιόλογον. προσβαλὼν δ᾽ Ἰταλίᾳ καὶ Ῥήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολεμητέον ἐστί. καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατάνην, ἄλλο δὲ οὐδὲν ἔπραξε μετάπεμπτος ὑπὸ τῶν ᾿Αθηναίων ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος. Πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ ᾿Αλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων· ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμπλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πεπραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλλον ἀκρίτους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν ᾿Αλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναν-