Textus Originalis
τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν οὐκέτι συνῆλθεν αὐτῇ, μεθ᾽ οὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι. καὶ διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχίδης. XXIV. Μετὰ δὲ τὴν ἐν Σικελίᾳ τῶν ᾿Αθηναίων δυστυχίαν 2 ἐπρέσβευσαν εἰς Σπάρτην ἅμα Χῖοι καὶ Λέσβιοι καὶ Κυζικηνοὶ περὶ ἀποστάσεως. πραττόντων δὲ Βοιωτῶν μὲν Λεσβίοις, Φαρναβάζου δὲ Κυζικηνοῖς, ᾿Αλκιβιάδῃ πεισθέντες εἵλοντο Χίοις πρὸ πάντων βοηθεῖν. ἐκπλεύσας δὲ καὶ αὐτὸς ἀπέστησεν ὀλίγου δεῖν ἅπασαν ᾿Ιωνίαν, καὶ πολλὰ συνὼν τοῖς τῶν Λακεδαιμονίων στρατηγοῖς ἔβλαπτε τοὺς ᾿Αθηναίους. ὁ δ᾽ Ἄγις ἐχθρὸς μὲν ὑπῆρχεν αὐτῷ διὰ τὴν γυναῖκα κακῶς πεπονθώς, ἤχθετο δὲ καὶ τῇ δόξῃ· τὰ γὰρ πλεῖστα γίνεσθαι καὶ προχωρεῖν δι᾽ ᾿Αλκιβιάδην λόγος ἦν· τῶν δ᾽ ἄλλων Σπαρτιατῶν οἱ δυνατώτατοι καὶ φιλοτιμότατοι τὸν ᾿Αλκιβιάδην ἤδη ἐβαρύνοντο διὰ φθόνον. ἴσχυσαν οὖν καὶ διεπράξαντο τοὺς οἴκοθεν ἄρχοντας ἐπιστεῖλαι πρὸς ᾿Ιωνίαν ὅπως ἀποκτείνωσιν αὐτόν. Ὁ δ᾽ ἡσυχῆ προγνοὺς καὶ φοβηθεὶς τῶν μὲν πράξεων πασῶν ἐκοινώνει τοῖς Λακεδαιμονίοις, τὸ δ᾽ εἰς χεῖρας ἰέναι παντάπασιν ἔφευγε, Τισαφέρνῃ δέ, τῷ βασιλέως σατράπῃ, δοὺς ἑαυτὸν ὑπὲρ ἀσφαλείας εὐθὺς ἦν παρ᾽ αὐτῷ πρῶτος καὶ μέγιστος. τὸ μὲν γὰρ πολύτροπον καὶ περιττὸν
Note a pie di pagina
1 1 Cf. Lysander, xxii. 4-6.
2 2 With these words the two years which had elapsed since the flight of Alcibiades (xxii. 1) are passed over, so far as the Sicilian expedition is concerned. They are covered by the narrative of the Nicias (xv.-xxx.).