Textus Originalis
αὐτοῦ τῆς δεινότητος οὐκ ὢν ἁπλοῦς, ἀλλὰ κακοήθης καὶ φιλοπόνηρος, ἐθαύμασεν ὁ βάρβαρος· ταῖς δὲ καθ᾽ ἡμέραν ἐν τῷ συσχολάζειν καὶ συνδιαιτᾶσθαι χάρισιν οὐδὲν ἦν ἄτεγκτον ἦθος οὐδὲ φύσις ἀνάλωτος, ἀλλὰ καὶ δεδιόσι καὶ φθονοῦσιν ὅμως τὸ συγγενέσθαι καὶ προσιδεῖν ἐκεῖνον ἡδονήν τινα καὶ φιλοφροσύνην παρεῖχε. τἄλλ᾽ οὖν ὢν καὶ μισέλλην ἐν τοῖς μάλιστα Περσῶν ὁ Τισαφέρνης, οὕτως ἐνεδίδου τῷ ᾿Αλκιβιάδῃ κολακευόμενος ὥσθ᾽ ὑπερβάλλειν αὐτὸν ἀντικολακεύων ἐκεῖνος. ὧν γὰρ ἐκέκτητο παραδείσων τὸν κάλλιστον καὶ ὑδάτων καὶ λειμώνων ὑγιεινῶν ἕνεκεν, διατριβὰς ἔχοντα καὶ καταφυγὰς ἠσκημένας βασιλικῶς καὶ περιττῶς, ᾿Αλκιβιάδην καλεῖν ἔθετο· καὶ πάντες οὕτω καλοῦντες καὶ προσαγορεύοντες διετέλουν. XXV. ᾿Απογνοὺς οὖν ὁ ᾿Αλκιβιάδης τὰ τῶν Σπαρτιατῶν ὡς ἄπιστα, καὶ φοβούμενος τὸν Ἄγιν, ἐκάκου καὶ διέβαλλε πρὸς τὸν Τισαφέρνην, οὐκ ἐῶν βοηθεῖν αὐτοῖς προθύμως οὐδὲ καταλύειν τοὺς ᾿Αθηναίους, ἀλλὰ γλίσχρως χορηγοῦντα θλίβειν καὶ ἀποκναίειν ἀτρέμα καὶ ποιεῖν ἀμφοτέρους βασιλεῖ χειροήθεις καὶ καταπόνους ὑπ᾽ ἀλλήλων. ὁ δ᾽ ἐπείθετο ῥᾳδίως καὶ δῆλος ἦν ἀγαπῶν καὶ θαυμάζων, ὥστ᾽ ἀποβλέπεσθαι τὸν ᾿Αλκιβιάδην ἑκατέρωθεν ὑπὸ τῶν Ἑλλήνων, τοὺς δ᾽ ᾿Αθηναίους μεταμέλεσθαι τοῖς γνωσθεῖσι περὶ αὐτοῦ κακῶς πάσχοντας, ἄχθεσθαι δὲ κἀκεῖνον ἤδη καὶ φοβεῖσθαι μὴ παντάπασι τῆς πόλεως ἀναιρεθείσης ὑπὸ Λακεδαιμονίων γένηται μισούμενος.