Textus Originalis

μέντοι τὸν Φρύνιχον ἑνὸς τῶν περιπόλων Ἕρμωνος ἐν ἀγορᾷ πατάξαντος ἐγχειριδίῳ καὶ διαφθείραντος, οἱ ᾿Αθηναῖοι δίκης γενομένης τοῦ μὲν Φρυνίχου προδοσίαν κατεψηφίσαντο τεθνηκότος, τὸν δ᾽ Ἕρμωνα καὶ τοὺς μετ᾽ αὐτοῦ συστάντας ἐστεφάνωσαν. XXVI. Ἐν δὲ τῇ Σάμῳ τότε κρατήσαντες οἱ ᾿Αλκιβιάδου φίλοι πέμπουσι Πείσανδρον εἰς ἄστυ κινήσοντα τὴν πολιτείαν καὶ παραθαρρυνοῦντα τοὺς δυνατοὺς τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ καταλύειν τὸν δῆμον, ὡς ἐπὶ τούτοις τοῦ ᾿Αλκιβιάδου Τισαφέρνην αὐτοῖς φίλον καὶ σύμμαχον παρέξοντος. αὕτη γὰρ ἦν πρόφασις καὶ τοῦτο πρόσχημα τοῖς καθιστᾶσι τὴν ὀλιγαρχίαν. ἐπεὶ δ᾽ ἴσχυσαν καὶ παρέλαβον τὰ πράγματα οἱ πεντακισχίλιοι λεγόμενοι, τετρακόσιοι δὲ ὄντες, ἐλάχιστα τῷ ᾿Αλκιβιάδῃ προσεῖχον ἤδη καὶ μαλακώτερον ἥπτοντο τοῦ πολέμου, τὰ μὲν ἀπιστοῦντες ἔτι πρὸς τὴν μεταβολὴν ξενοπαθοῦσι τοῖς πολίταις, τὰ δ᾽ οἰόμενοι μᾶλλον ἐνδώσειν αὐτοῖς Λακεδαιμονίους ἀεὶ πρὸς ὀλιγαρχίαν ἐπιτηδείως ἔχοντας. ὁ μὲν οὖν κατὰ τὴν πόλιν δῆμος ἄκων ὑπὸ δέους ἡσυχίαν ἦγε· καὶ γὰρ ἀπεσφάγησαν οὐκ ὀλίγοι τῶν ἐναντιουμένων φανερῶς τοῖς τετρακοσίοις· οἱ δ᾽ ἐν Σάμῳ ταῦτα πυνθανόμενοι καὶ ἀγανακτοῦντες ὥρμηντο πλεῖν εὐθὺς ἐπὶ τὸν Πειραιᾶ, καὶ μεταπεμψάμενοι τὸν ᾿Αλκιβιάδην καὶ στρατηγὸν ἀποδείξαντες ἐκέλευον ἡγεῖσθαι καὶ καταλύειν τοὺς τυράννους. Ὁ δ᾽ οὐχ οἷον ἄν τις ἐξαίφνης χάριτι τῶν