Textus Originalis
της προδότῃ διαλεγόμενος. τὸν γὰρ Τισαφέρνην ἐκπεπληγμένος ὁ ᾿Αστύοχος, καὶ τὸν ᾿Αλκιβιάδην ὁρῶν παρ᾽ αὐτῷ μέγαν ὄντα, κατεμήνυσε τὰ τοῦ Φρυνίχου πρὸς αὐτούς. ὁ δ᾽ ᾿Αλκιβιάδης εὐθὺς εἰς Σάμον ἔπεμψε τοὺς τοῦ Φρυνίχου κατηγορήσοντας. ἀγανακτούντων δὲ πάντων καὶ συνισταμένων ἐπὶ τὸν Φρύνιχον, οὐχ ὁρῶν ἑτέραν διαφυγὴν ἐκ τῶν παρόντων ἐπεχείρησεν ἰάσασθαι μείζονι κακῷ τὸ κακόν. αὖθις γὰρ ἔπεμψε πρὸς τὸν ᾿Αστύοχον, ἐγκαλῶν μὲν ὑπὲρ τῆς μηνύσεως, ἐπαγγελλόμενος δὲ τὰς ναῦς καὶ τὸ στρατόπεδον τῶν ᾿Αθηναίων ὑποχείριον αὐτῷ παρέξειν. Οὐ μὴν ἔβλαψέ γε τοὺς ᾿Αθηναίους ἡ τοῦ Φρυνίχου προδοσία διὰ τὴν ᾿Αστυόχου παλιμπροδοσίαν. καὶ γὰρ ταῦτα κατεῖπε τοῦ Φρυνίχου πρὸς τοὺς περὶ τὸν ᾿Αλκιβιάδην. ὁ δὲ Φρύνιχος προαισθόμενος καὶ προσδεχόμενος δευτέραν κατηγορίαν παρὰ τοῦ ᾿Αλκιβιάδου, φθάσας αὐτὸς προεῖπε τοῖς ᾿Αθηναίοις ὅτι μέλλουσιν ἐπιπλεῖν οἱ πολέμιοι, καὶ παρήνεσε πρὸς ταῖς ναυσὶν εἶναι καὶ περιτειχίσαι τὸ στρατόπεδον. ἐπεὶ δὲ πραττόντων ταῦτα τῶν ᾿Αθηναίων ἧκε γράμματα πάλιν παρὰ τοῦ ᾿Αλκιβιάδου, φυλάττεσθαι κελεύοντος τὸν Φρύνιχον ὡς προδιδόντα τοῖς πολεμίοις τὸν ναύσταθμον, ἠπίστησαν οἰόμενοι τὸν ᾿Αλκιβιάδην εἰδότα σαφῶς τὴν τῶν πολεμίων παρασκευὴν καὶ διάνοιαν ἀποχρῆσθαι πρὸς τὴν τοῦ Φρυνίχου διαβολὴν οὐκ ἀληθῶς. ὕστερον 1
Note a pie di pagina
1 1 In the summer of 411 B.C., Phrynichus having been deposed from his command at Samos, and showing himself an ardent supporter of the revolutionary Four Hundred at Athens.