Textus Originalis
εἶχε, καὶ μᾶλλον ἔτι παρὰ τοῖς Λακεδαιμονίοις, ὡς διδάσκων τὸν βάρβαρον αὐτοὺς ὑφ᾽ αὑτῶν περιορᾶν ἀπολλυμένους τοὺς Ἕλληνας. οὐ γὰρ ἦν ἄδηλον ὅτι τοῖς ἑτέροις δύναμις τοσαύτη προσγενομένη τοὺς ἑτέρους ἀφῃρεῖτο κομιδῇ τὸ κράτος τῆς θαλάττης. XXVII. Ἐκ τούτου κατελύθησαν μὲν οἱ τετρακόσιοι, τῶν ᾿Αλκιβιάδου φίλων προθύμως συλλαμβανομένων τοῖς τὰ δήμου φρονοῦσι· βουλομένων δὲ τῶν ἐν ἄστει καὶ κελευόντων κατιέναι τὸν ᾿Αλκιβιάδην αὐτὸς ᾤετο δεῖν μὴ κεναῖς χερσὶ μηδὲ ἀπράκτοις, οἴκτῳ καὶ χάριτι τῶν πολλῶν, ἀλλ᾽ ἐνδόξως κατελθεῖν. διὸ πρῶτον μὲν ὀλίγαις ναυσὶν ἐκ Σάμου περιέπλει τὴν Κνιδίων καὶ Κῴων θάλασσαν· ἐκεῖ δ᾽ ἀκούσας Μίνδαρον τὸν Σπαρτιάτην εἰς Ἑλλήσποντον ἀναπλεῖν τῷ στόλῳ παντὶ καὶ τοὺς ᾿Αθηναίους ἐπακολουθεῖν, ἠπείγετο βοηθῆσαι τοῖς στρατηγοῖς. καὶ κατὰ τύχην εἰς τοῦτο καιροῦ συνήνυσε πλέων ὀκτωκαίδεκα τριήρεσιν, ἐν ᾧ πάσαις ὁμοῦ ταῖς ναυσὶ συμπεσόντες εἰς τὸ αὐτὸ καὶ διαναυμαχοῦντες περὶ Ἄβυδον ἀμφότεροι τοῖς μὲν ἡττώμενοι μέρεσι, τοῖς δὲ νικῶντες ἄχρι δείλης ἀγῶνι μεγάλῳ συνείχοντο. καὶ παρέσχε μὲν ἐναντίαν δόξαν ἀμφοτέροις ἐπιφανείς, ὥστε θαρρεῖν μὲν τοὺς πολεμίους, θορυβεῖσθαι δὲ τοὺς ᾿Αθηναίους. ταχὺ δὲ σημεῖον ἄρας ἀπὸ τῆς ναυαρχίδος φίλιον ὥρμησεν εὐθὺς ἐπὶ τοὺς κρατοῦντας καὶ διώκοντας τῶν Πελοποννησίων. τρεψάμενος δ᾽ αὐτοὺς ἐξέωσεν εἰς τὴν γῆν, καὶ προσκείμενος ἔκοπτε τὰς ναῦς