Textus Originalis

καὶ συνετίτρωσκε, τῶν ἀνδρῶν ἐκνεόντων καὶ Φαρναβάζου πεζῇ προσβοηθοῦντος αὐτοῖς καὶ μαχομένου παρὰ τὴν θάλατταν ὑπὲρ τῶν νεῶν. τέλος δὲ τῶν μὲν πολεμίων τριάκοντα λαβόντες, ἀνασώσαντες δὲ τὰς αὑτῶν, τρόπαιον ἔστησαν. Οὕτω δὲ λαμπρᾷ χρησάμενος εὐτυχίᾳ, καὶ φιλοτιμούμενος εὐθὺς ἐγκαλλωπίσασθαι τῷ Τισαφέρνῃ, ξένια καὶ δῶρα παρασκευασάμενος καὶ θεραπείαν ἔχων ἡγεμονικὴν ἐπορεύετο πρὸς αὐτόν. οὐ μὴν ἔτυχεν ὧν προσεδόκησεν, ἀλλὰ πάλαι κακῶς ἀκούων ὁ Τισαφέρνης ὑπὸ τῶν Λακεδαιμονίων, καὶ φοβούμενος αἰτίαν λαβεῖν ἐκ βασιλέως, ἔδοξεν ἐν καιρῷ τὸν ᾿Αλκιβιάδην ἀφῖχθαι, καὶ συλλαβὼν αὐτὸν εἷρξεν ἐν Σάρδεσιν ὡς λύσιν ἐκείνης τῆς διαβολῆς τὴν ἀδικίαν ταύτην ἐσομένην. XXVIII. Τριάκοντα δ᾽ ἡμερῶν διαγενομένων ὁ ᾿Αλκιβιάδης ἵππου ποθὲν εὐπορήσας καὶ ἀποδρὰς τοὺς φύλακας εἰς Κλαζομενὰς διέφυγε. καὶ τὸν μὲν Τισαφέρνην προσδιέβαλλεν ὡς ὑπ᾽ ἐκείνου μεθειμένος, αὐτὸς δὲ πλεύσας εἰς τὸ στρατόπεδον τῶν ᾿Αθηναίων καὶ πυθόμενος Μίνδαρον ὁμοῦ καὶ Φαρνάβαζον ἐν Κυζίκῳ γεγονέναι, τοὺς μὲν στρατιώτας παρώρμησεν, ὡς ἀνάγκην οὖσαν αὐτοῖς καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ νὴ Δία τειχομαχεῖν πρὸς τοὺς πολεμίους· χρήματα γὰρ οὐκ εἶναι μὴ πάντη κρατοῦσι· πληρώσας δὲ τὰς ναῦς καὶ κατἄρας εἰς Προικόν-