Textus Originalis

δ᾽ ὑποστάντι μὲν οὐκ ἐφαίνετο σωτηρία, πρὸς δὲ τὸ φυγεῖν, ἀήττητος ἄχρι τῆς ἡμέρας ἐκείνης ἐν ταῖς στρατηγίαις γεγονώς, φιλονεικότερον εἶχε, τῇ σάλπιγγι σημήνας σιωπὴν ἐκέλευσεν ἕνα τῶν παρόντων ἀνειπεῖν Σηλυβριανοῖς ᾿Αθηναίους ἐναντία ὅπλα μὴ τίθεσθαι. τοῦτο τὸ κήρυγμα τοὺς μὲν ἀμβλυτέρους ἐποίησε πρὸς τὴν μάχην, ὡς τῶν πολεμίων ἔνδον ὄντων ἁπάντων, οἱ δὲ ταῖς ἐλπίσιν ἡδίους ἐγένοντο πρὸς τὰς διαλύσεις. ἐν ᾧ δὲ συστάντες ἀλλήλοις ἐδίδοσαν λόγον, ἐπῆλθεν ἡ στρατιὰ τῷ ᾿Αλκιβιάδῃ, καὶ τεκμαιρόμενος, ὅπερ ἦν, εἰρηνικὰ φρονεῖν τοὺς Σηλυβριανούς, ἔδεισε μὴ τὴν πόλιν οἱ Θρᾷκες διαρπάσωσιν. ἦσαν δὲ πολλοί, χάριτι τοῦ ᾿Αλκιβιάδου καὶ δι᾽ εὔνοιαν στρατευόμενοι προθύμως. ἀπέπεμψεν οὖν τούτους ἅπαντας ἐκ τῆς πόλεως, τοὺς δὲ Σηλυβριανοὺς δεηθέντας οὐδὲν ἠδίκησεν, ἀλλὰ χρήματα λαβὼν καὶ φρουρὰν ἐγκαταστήσας ἀπῆλθεν. ΧΧΧΙ. Οἱ δὲ πολιορκοῦντες τὴν Χαλκηδόνα στρατηγοὶ σπονδὰς ἐποιήσαντο πρὸς Φαρνάβαζον ἐπὶ τῷ χρήματα λαβεῖν καὶ Χαλκηδονίους ὑπηκόους πάλιν ᾿Αθηναίοις εἶναι, τὴν δὲ Φαρναβάζου χώραν μὴ ἀδικεῖν, Φαρνάβαζον δὲ πρέσβεσιν ᾿Αθηναίων πρὸς βασιλέα πομπὴν μετ᾽ ἀσφαλείας παρασχεῖν. ὡς οὖν ἐπανελθόντα τὸν ᾿Αλκιβιάδην ὁ Φαρνάβαζος ἠξίου καὶ αὐτὸν ὀμόσαι περὶ τῶν ὡμολογημένων, οὐκ ἔφη πρότερον ἢ ἐκεῖνον αὐτοῖς ὀμόσαι. Γενομένων δὲ τῶν ὅρκων ἐπὶ Βυζαντίους ἀφε-