Textus Originalis
στῶτας ἦλθε καὶ περιετείχιζε τὴν πόλιν. ᾿Αναξιλάου δὲ καὶ Λυκούργου καί τινων ἄλλων συνθεμένων ἐπὶ σωτηρίᾳ παραδώσειν τὴν πόλιν, διαδοὺς λόγον ὡς ἀνίστησιν αὐτοὺς πράγματα νεώτερα συνιστάμενα περὶ τὴν ᾿Ιωνίαν, ἡμέρας ἀπέπλει ταῖς ναυσὶ πάσαις, νυκτὸς δ᾽ ὑποστρέψας αὐτὸς μὲν ἀπέβη μετὰ τῶν ὁπλιτῶν καὶ προσελθὼν τοῖς τείχεσιν ἡσυχίαν ἦγεν, αἱ δὲ νῆες ἐπὶ τὸν λιμένα πλεύσασαι καὶ βιαζόμεναι κραυγῇ τε πολλῇ καὶ θορύβοις καὶ ψόφοις ἅμα μὲν ἐξέπληττον τῷ ἀπροσδοκήτῳ τοὺς Βυζαντίους, ἅμα δὲ τοῖς ἀττικίζουσι παρεῖχον ἐπ᾽ ἀδείας τὸν ᾿Αλκιβιάδην δέχεσθαι, πάντων ἐπὶ τὸν λιμένα καὶ τὰς ναῦς βοηθούντων. οὐ μὴν ἀμαχεὶ προσεχώρησαν· οἱ γὰρ παρόντες ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγαρεῖς τοὺς μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰς τὰς ναῦς πάλιν, τοὺς δ᾽ ᾿Αθηναίους ἔνδον ὄντας αἰσθόμενοι καὶ συντάξαντες ἑαυτοὺς ἐχώρουν ὁμόσε. καρτερᾶς δὲ μάχης γενομένης ἐνίκησεν ᾿Αλκιβιάδης τὸ δεξιὸν κέρας ἔχων, Θηραμένης δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺς περιγενομένους ὅσον τριακοσίους ζῶντας ἔλαβε. Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδ᾽ ἔφυγεν. ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ ᾿Αναξίλαος