Textus Originalis

ἐφάνη τῷ λόγῳ τὸ ἔργον οὐκ αἰσχύνων. ἔφη γὰρ οὐκ ὢν Λακεδαιμόνιος, ἀλλὰ Βυζάντιος, οὐδὲ τὴν Σπάρτην κινδυνεύουσαν, ἀλλὰ τὸ Βυζάντιον ὁρῶν, τῆς μὲν πόλεως ἀποτετειχισμένης, μηδενὸς δ᾽ εἰσαγομένου, τὸν δ᾽ ὄντα σῖτον ἐν τῇ πόλει Πελοποννησίων καὶ Βοιωτῶν ἐσθιόντων, Βυζαντίων δὲ πεινώντων σὺν τέκνοις καὶ γυναιξίν, οὐ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ πολέμων καὶ κακῶν ἀπαλλάξαι τὴν πόλιν, μιμούμενος τοὺς ἀρίστους Λακεδαιμονίων, οἷς ἓν καλὸν ἁπλῶς καὶ δίκαιόν ἐστι τὸ τῆς πατρίδος συμφέρον. οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτ᾽ ἀκούσαντες ἠδέσθησαν καὶ ἀπέλυσαν τοὺς ἄνδρας. XXXII. Ὁ δ᾽ ᾿Αλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν ᾿Αττικῶν τριήρων, πολλὰς δ᾽ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπ᾽ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. Ἃ δὲ Δοῦρις ὁ Σάμιος ᾿Αλκιβιάδου φάσκων ἀπόγονος εἶναι προστίθησι τούτοις, αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, στατοὺς καὶ ξυστίδας καὶ τὸν