Textus Originalis

ΜΑΡΚΕΛΛΟΣ Ι. Μάρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύσαντα Ῥωμαίων Μάρκον μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελλον, ὅπερ ἐστὶν ᾿Αρήϊον, ὥς φησι Ποσειδώνιος. ἦν γὰρ τῇ μὲν ἐμπειρίᾳ πολεμικός, τῷ δὲ σώματι ῥωμαλέος, τῇ δὲ χειρὶ πλήκτης, τῇ δὲ φύσει φιλοπόλεμος κἀν τούτῳ δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι, τῷ δὲ ἄλλῳ τρόπῳ σώφρων, φιλάνθρωπος, ᾿Ελληνικῆς παιδείας καὶ λόγων ἄχρι τοῦ τιμᾶν καὶ θαυμάζειν τοὺς κατορθοῦντας ἐραστής, αὐτὸς δὲ ὑπ᾽ ἀσχολιῶν ἐφ᾽ ὅσον ἦν πρόθυμος ἀσκῆσαι καὶ μαθεῖν οὐκ ἐξικόμενος. εἰ γὰρ ἄλλοις τισὶν ἀνθρώποις ὁ θεός, ὥσπερ Ὅμηρος εἴρηκεν, ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, καὶ τοῖς τότε πρωτεύουσι Ῥωμαίων, οἳ νέοι μὲν ὄντες περὶ Σικελίαν Καρχηδονίοις, ἀκμάξοντες δὲ Γαλάταις ὑπὲρ αὐτῆς ᾿Ιταλίας ἐπολέμουν, ἤδη δὲ γηρῶντες ᾿Αννίβᾳ πάλιν συνείχοντο καὶ Καρχηδονίοις, οὐκ ἔχοντες, ὥσπερ οἱ πολλοί, διὰ γῆρας ἀνάπαυσιν στρατειῶν, ἀλλ᾽ ἐπὶ στρατηγίας πολέμων καὶ ἡγεμονίας κατ᾽ εὐγένειαν καὶ ἀρετὴν ἀγόμενοι.