Textus Originalis

ἀποχρῶντα τοῦτον ἔχειν πρὸς ἀσφάλειαν, οὐ διαρκῆ δὲ πρὸς ἄμυναν στρατηγόν, ἐπὶ τὸν Μάρκελλον ἀφεώρων, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ δραστήριον πρὸς τὴν ἐκείνου κεραννύντες καὶ ἁρμόττοντες εὐλάβειαν καὶ πρόνοιαν, ποτὲ μὲν ἀμφοτέρους ἅμα χειροτονοῦντες ὑπάτους, ποτὲ δὲ ἐν μέρει, τὸν μὲν ὕπατον, τὸν δὲ ἀνθύπατον, ἐξέπεμπον. ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φάβιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρκελλον ξίφος. αὐτὸς δὲ ὁ ᾿Αννίβας ἔλεγε τὸν μὲν Φάβιον ὡς παιδαγωγὸν φοβεῖσθαι, τὸν δὲ Μάρκελλον ὡς ἀνταγωνιστήν· ὑφ᾽ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφ᾽ οὗ δὲ καὶ πάσχειν. X. Πρῶτον μὲν οὖν ἀνέσεως πολλῆς καὶ θρασύτητος ἐκ τοῦ κρατεῖν τὸν ᾿Αννίβαν τοῖς στρατιώταις ἐγγενομένης, τοὺς ἀποσκιδναμένους τοῦ στρατοπέδου καὶ κατατρέχοντας τὴν χώραν ἐπιτιθέμενος κατέκοπτε καὶ ὑπανήλισκε τῆς δυνάμεως· ἔπειτα πρὸς Νέαν πόλιν καὶ Νῶλαν βοηθήσας Νεαπολίτας μὲν ἐπέρρωσεν αὐτοὺς καθ᾽ ἑαυτοὺς βεβαίους ὄντας Ῥωμαίοις, εἰς δὲ Νῶλαν εἰσελθὼν στάσιν εὗρε, τῆς βουλῆς τὸν δῆμον ἀννιβίζοντα μεταχειρίσασθαι καὶ καταρτίσαι μὴ δυναμένης. ἦν γάρ τις ἀνὴρ εὐγενείᾳ τε πρωτεύων ἐν τῇ πόλει καὶ κατ᾽ ἀνδρείαν ἐπιφανής, ὄνομα Βάνδιος· τοῦτον ἐν Κάνναις περιόπτως ἀγωνισάμενον καὶ πολλοὺς μὲν ἀνελόντα τῶν Καρχηδονίων, τέλος δὲ αὐτὸν ἐν τοῖς νεκροῖς εὑρεθέντα πολλῶν βελῶν κατάπλεων τὸ σῶμα, θαυμάσας ὁ ᾿Αννίβας οὐ μόνον ἀφῆκεν ἄνευ