Textus Originalis
λύτρων, ἀλλὰ καὶ δῶρα προσέθηκε καὶ φίλον ἐποιήσατο καὶ ξένον. ἀμειβόμενος οὖν τὴν χάριν ὁ Βάνδιος εἷς ἦν τῶν ἀννιβιζόντων προθύμως, καὶ τὸν δῆμον ἰσχύων ἐξῆγε πρὸς ἀπόστασιν. ὁ δὲ Μάρκελλος ἀνελεῖν μὲν ἄνδρα λαμπρὸν οὕτω τὴν τύχην καὶ κεκοινωνηκότα τῶν μεγίστων Ῥωμαίοις ἀγώνων οὐχ ὅσιον ἡγεῖτο, πρὸς δὲ τῷ φύσει φιλανθρώπῳ καὶ πιθανὸς ὢν ὁμιλίᾳ προσάγεσθαι φιλότιμον ἦθος, ἀσπασαμένου ποτὲ τοῦ Βανδίου αὐτὸν ἠρώτησεν ὅστις ἀνθρώπων εἴη, πάλαι μὲν εὖ εἰδώς, ἀρχὴν δὲ καὶ πρόφασιν ἐντεύξεως ζητῶν. ὡς γὰρ εἶπε, “Λεύκιος Βάνδιος,” οἷον ἡσθεὶς καὶ θαυμάσας ὁ Μάρκελλος, “Ἦ γὰρ ἐκεῖνος,” ἔφη, “σὺ Βάνδιος, οὗ πλεῖστος ἐν Ῥώμῃ λόγος τῶν ἐν Κάνναις ἀγωνισαμένων, ὡς μόνου Παῦλον Αἰμίλιον τὸν ἄρχοντα μὴ προλιπόντος, ἀλλὰ τὰ πλεῖστα τῶν ἐκείνῳ φερομένων βελῶν ὑποστάντος τῷ σώματι καὶ ἀναδεξαμένου;” φήσαντος δὲ τοῦ Βανδίου καί τι καὶ παραφήναντος αὐτῷ τῶν τραυμάτων, “Εἶτα,” ἔφη, “τηλικαῦτα γνωρίσματα φέρων τῆς πρὸς ἡμᾶς φιλίας οὐκ εὐθὺς προσῇεις; ἢ κακοὶ σοι δοκοῦμεν ἀρετὴν ἀμείβεσθαι φίλων οἷς ἐστι τιμὴ καὶ παρὰ τοῖς πολεμίοις;” ταῦτα φιλοφρονηθεὶς καὶ δεξιωσάμενος ἵππον τε δωρεῖται πολεμιστὴν αὐτῷ καὶ δραχμὰς ἀργυρίου πεντακοσίας. ΧΙ. Ἐκ τούτου βεβαιότατος μὲν ἦν Μαρκέλλῳ παραστάτης καὶ σύμμαχος, δεινότατος δὲ μηνυτὴς καὶ κατήγορος τῶν τἀναντία φρονούντων ὁ Βάνδιος. ἦσαν δὲ πολλοί, καὶ διενοοῦντο τῶν Ῥωμαίων ἐπεξιόντων τοῖς πολεμίοις αὐτοὶ διαρπάσαι τὰς ἀποσκευάς. διὸ συντάξας ὁ Μάρ-