Textus Originalis

κὸν ἄθροισμα πλεῖστον ἐν μιᾷ γνώμῃ χρόνον διαφυλάξαντος. οὗτοι μὲν οὖν πιστοὶ παρέμειναν εἰς ἅπαν αὐτῷ τε τῷ Μαρκέλλῳ καὶ τοῖς μετ᾽ αὐτὸν στρατηγοῖς. ΧΙΙΙ. Ὁ δὲ Μάρκελλος ἀποδειχθεὶς ὕπατος τὸ τρίτον εἰς Σικελίαν ἔπλευσεν. αἱ γὰρ Ἀννίβου περὶ τὸν πόλεμον εὐπραξίαι Καρχηδονίους ἐπῆραν αὖθις ἀντιλαμβάνεσθαι τῆς νήσου, μάλιστα τεταραγμένων τῶν περὶ τὰς Συρακούσας μετὰ τὴν Ἱερωνύμου τοῦ τυράννου τελευτήν. διὸ καὶ Ῥωμαίων ἦν ἐκεῖ προαπεσταλμένη δύναμις καὶ στρατηγὸς Ἄππιος. ταύτην παραλαμβάνοντι τῷ Μαρκέλλῳ προσπίπτουσι Ῥωμαῖοι πολλοὶ συμφορᾷ κεχρημένοι τοιαύτῃ. τῶν περὶ Κάννας παραταξαμένων πρὸς ᾿Αννίβαν οἱ μὲν ἔφυγον, οἱ δὲ ζῶντες ἥλωσαν, τοσοῦτον πλῆθος ὡς δοκεῖν Ῥωμαίοις ὑπολελεῖφθαι μηδὲ τοὺς τὰ τείχη διαφυλάξοντας. τοῖς δὲ ἄρα τοσοῦτο τοῦ φρονήματος καὶ μεγαλοψυχίας περιῆν ὥστε τοὺς μὲν αἰχμαλώτους ἐπὶ μικροῖς λύτροις ἀποδιδόντος ᾿Αννίβου μὴ λαβεῖν, ἀλλ᾽ ἀποψηφίσασθαι καὶ περιϊδεῖν τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ πραθέντας ἔξω τῆς Ἰταλίας, τῶν δὲ φυγῇ περιγενομένων τὸ πλῆθος εἰς Σικελίαν ἀποστεῖλαι, διακελευσαμένους Ἰταλίας μὴ ἐπιβαίνειν ἕως πολεμοῦσι πρὸς ᾿Αννίβαν. οὗτοι δὴ τῷ Μαρκέλλῳ παραγενομένῳ προσπεσόντες ἀθρόοι, καὶ χαμαὶ καταβαλόντες αὑτούς, ἤτουν τάξιν ἐπίτιμον στρατείας μετὰ πολλῆς βοῆς καὶ δακρύων, ἐπαγγελλόμενοι δείξειν δι᾽ ἔργων ἀτυχίᾳ τινὶ μᾶλλον ἢ δι᾽ ἀναν-