Textus Originalis

ἐκάλει Μάρκελλον ὁ δῆμος ἐπὶ τὴν διαδοχὴν ἀπόντα, καὶ βίᾳ τῶν ἀρχόντων ὑπερέθετο τὴν κατάστασιν ἕως ἐκεῖνος ἦλθεν ἀπὸ τοῦ στρατοπέδου. καὶ πάσαις μὲν ἀπεδείχθη ταῖς ψήφοις ὕπατος, ἐπιβροντήσαντος δὲ τοῦ θεοῦ καὶ τῶν ἱερέων οὐκ αἴσιον τιθεμένων τὸ σημεῖον, ἐμφανῶς δὲ κωλύειν ὀκνούντων καὶ δεδιότων τὸν δῆμον, αὐτὸς ἐξωμόσατο τὴν ἀρχήν. οὐ μέντοι τὴν στρατείαν ἔφυγεν, ἀλλ᾽ ἀνθύπατος ἀναγορευθεὶς καὶ πάλιν πρὸς Νῶλαν ἐπανελθὼν εἰς τὸ στρατόπεδον κακῶς ἐποίει τοὺς ᾑρημένους τὰ τοῦ Φοίνικος. ὡς δὲ ὀξεῖαν ἐπ᾽ αὐτὸν θέμενος βοήθειαν ἐκεῖνος ἧκε, προκαλουμένῳ μὲν ἐκ παρατάξεως οὐκ ἠβουλήθη διαγωνίσασθαι, τρέψαντι δὲ τὸ πλεῖστον ἐφ᾽ ἁρπαγὴν τοῦ στρατοῦ καὶ μηκέτι προσδεχομένῳ μάχην ἐπεξῆλθε, διαδοὺς δόρατα τῶν ναυμάχων μεγάλα τοῖς πεζοῖς, καὶ διδάξας πόρρωθεν συντηροῦσι παίειν τοὺς Καρχηδονίους, ἀκοντιστὰς μὲν οὐκ ὄντας, αἰχμαῖς δὲ χρωμένους ἐκ χειρὸς βραχείαις. διὸ καὶ δοκοῦσι τότε δεῖξαι τὰ νῶτα Ῥωμαίοις ὅσοι συνέβαλον καὶ φυγὴν ἀπροφάσιστον φυγεῖν, ἀποβαλόντες ἐξ ἑαυτῶν νεκροὺς μὲν γενομένους πεντακισχιλίους, αἰχμαλώτους δὲ ἑξακοσίους, καὶ τῶν ἐλεφάντων τέσσαρας μὲν πεσόντας, δύο δὲ ζωοὺς ἁλόντας. ὃ δ᾽ ἦν μέγιστον, ἡμέρᾳ τρίτῃ μετὰ τὴν μάχην ἱππεῖς Ἰβήρων καὶ Νομάδων μιγάδες αὐτομολοῦσιν ὑπὲρ τοὺς τριακοσίους, οὔπω πρότερον ᾿Αννίβα τοῦτο παθόντος, ἀλλ᾽ ἐκ ποικίλων καὶ πολυτρόπων συνηρμοσμένον ἐθνῶν βαρβαρι-