Textus Originalis
σχολῆς ἐνέπλησε καὶ λαλιᾶς περὶ τεχνῶν καὶ τεχνιτῶν, ἀστεϊζόμενον καὶ διατρίβοντα πρὸς τούτῳ πολὺ μέρος τῆς ἡμέρας. οὐ μὴν ἀλλὰ τούτοις ἐσεμνύνετο καὶ πρὸς τοὺς Ἕλληνας, ὡς τὰ καλὰ καὶ θαυμαστὰ τῆς Ἑλλάδος οὐκ ἐπισταμένους τιμᾶν καὶ θαυμάζειν Ῥωμαίους διδάξας. ΧΧΙΙ. Ἐνισταμένων δὲ τῶν ἐχθρῶν τῷ Μαρκέλλῳ πρὸς τὸν θρίαμβον, ἐπεὶ καὶ πράξεις τινὲς ὑπολιπεῖς ἦσαν ἔτι περὶ Σικελίαν καὶ φθόνον εἶχεν ὁ τρίτος θρίαμβος, συνεχώρησεν αὐτὸς τὸν μὲν ἐντελῆ καὶ μέγαν εἰς τὸ ᾿Αλβανὸν ὄρος ἐξελάσαι, τὸν δὲ ἐλάττω καταγαγεῖν εἰς τὴν πόλιν, ὃν εὔαν Ἕλληνες, ὄβαν δὲ Ῥωμαῖοι καλοῦσι. πέμπει δὲ αὐτὸν οὐκ ἐπὶ τοῦ τεθρίππου βεβηκὼς οὐδὲ δάφνης ἔχων στέφανον οὐδὲ περισαλπιζόμενος, ἀλλὰ πεζὸς ἐν βλαύταις, ὑπ᾽ αὐλητῶν μάλα πολλῶν, καὶ μυρρίνης στέφανον ἐπικείμενος, ὡς ἀπόλεμος καὶ ἡδὺς ὀφθῆναι μᾶλλον ἢ καταπληκτικός. ὃ καὶ μέγιστον ἐμοὶ τεκμήριόν ἐστι τοῦ τρόπῳ πράξεως, ἀλλὰ μὴ μεγέθει, διωρίσθαι τοὺς θριάμβους τὸ παλαιόν. οἱ μὲν γὰρ μετὰ μάχης καὶ φόνου τῶν πολεμίων ἐπικρατήσαντες τὸν ᾿Αρήϊον ἐκεῖνον, ὡς ἔοικε, καὶ φοβερὸν εἰσῆγον, ὥσπερ ἐν τοῖς καθαρμοῖς τῶν στρατοπέδων εἰώθεσαν, δάφνῃ πολλῇ καταστέψαντες τὰ ὅπλα καὶ τοὺς ἄνδρας, τοῖς δὲ πολέμου μὲν μὴ δεηθεῖσι στρατηγοῖς, ὁμιλίᾳ δὲ καὶ πειθοῖ καὶ διὰ λόγου πάντα θεμένοις καλῶς, οἷον ἐπι-