Textus Originalis
παιανίσαι τὴν ἀπόλεμον ταύτην καὶ πανηγυρικὴν ἀπεδίδου πομπὴν ὁ νόμος. καὶ γὰρ ὁ αὐλὸς εἰρήνης μέρος καὶ τὸ μῦρτον ᾿Αφροδίτης φυτόν, ἣ μάλιστα θεῶν ἀπέχθεται βίᾳ καὶ πολέμοις. ὄβας δ᾽ οὐ παρὰ τὸν εὐασμόν, ὡς οἱ πολλοὶ νομίζουσιν, ὁ θρίαμβος οὗτος ὀνομάζεται (καὶ γὰρ ἐκεῖνον ἐφευάζοντες καὶ ᾄδοντες παραπέμπουσιν), ἀλλ᾽ ὑφ᾽ Ἑλλήνων εἰς τὸ σύνηθες αὐτοῖς παρῆκται τοὔνομα, πεπεισμένων ἅμα καὶ Διονύσῳ τι τῆς τιμῆς προσήκειν, ὃν Εὔϊον καὶ Θρίαμβον ὀνομάζομεν. οὐχ οὕτω δὲ ἔχει τὸ ἀληθές, ἀλλ᾽ ἐπὶ μὲν τῷ μεγάλῳ θριάμβῳ βουθυτεῖν πάτριον ἦν τοῖς στρατηγοῖς, ἐπὶ δὲ τούτῳ πρόβατον ἔθυον. ὄβα δὲ τὰ πρόβατα Ῥωμαῖοι καλοῦσιν· ἐκ τούτου καὶ τὸν θρίαμβον ὄβαν ὠνόμασαν. ἄξιον δὲ καὶ τὸν Λακωνικὸν ἀποθεωρῆσαι νομοθέτην ὑπεναντίως τῷ Ῥωμαϊκῷ τάξαντα τὰς θυσίας. θύει γὰρ ἐν Σπάρτῃ τῶν ἀποστρατήγων ὁ μὲν δι᾽ ἀπάτης ἢ πειθοῦς ὃ βούλεται διαπραξάμενος βοῦν, ὁ δὲ διὰ μάχης ἀλεκτρυόνα. καίπερ γὰρ ὄντες πολεμικώτατοι μείζονα καὶ μᾶλλον ἀνθρώπῳ πρέπουσαν ἡγοῦντο τὴν διὰ λόγου καὶ συνέσεως πρᾶξιν ἢ τὴν μετὰ βίας καὶ ἀνδρείας. ταῦτα μὲν οὖν ὅπως ἔχει σκοπεῖν πάρεστι. ΧΧΙΙΙ. Τοῦ δὲ Μαρκέλλου τὸ τέταρτον ὑπατεύοντος οἱ ἐχθροὶ τοὺς Συρακουσίους ἀνέπεισαν εἰς Ῥώμην ἀφικομένους κατηγορεῖν καὶ καταβοᾶν πρὸς τὴν σύγκλητον ὡς δεινὰ καὶ παράσπονδα