Textus Originalis

Λεχθέντων δὲ τῶν λόγων καὶ μεθισταμένοις, ὥσπερ εἴωθεν, ἐκ τῆς βουλῆς τοῖς Συρακουσίοις συνεξῆλθε Μάρκελλος, ἐπὶ τῷ συνάρχοντι ποιησάμενος τὴν σύγκλητον, καὶ πρὸ τῶν θυρῶν τοῦ βουλευτηρίου διέτριβεν, οὔτε φόβῳ διὰ τὴν δίκην οὔτε θυμῷ πρὸς τοὺς Συρακουσίους τοῦ συνήθους μεταβαλὼν καταστήματος, ἀλλὰ πράως πάνυ καὶ κοσμίως τὸ τῆς δίκης τέλος ἐκδεχόμενος. ἐπεὶ δὲ διηνέχθησαν αἱ γνῶμαι καὶ νικῶν ἀπεδείχθη, προσπίπτουσιν αὐτῷ οἱ Συρακούσιοι, μετὰ δακρύων δεόμενοι τὴν ὀργὴν εἰς αὐτοὺς ἀφεῖναι τοὺς παρόντας, οἰκτεῖραι δὲ τὴν ἄλλην πόλιν μεμνημένην ὧν ἔτυχεν ἀεὶ καὶ χάριν ἔχουσαν. ἐπικλασθεὶς οὖν ὁ Μάρκελλος τούτοις τε διηλλάγη, καὶ τοῖς ἄλλοις Συρακουσίοις ἀεί τι πράττων ἀγαθὸν διετέλει. καὶ τὴν ἐλευθερίαν ἣν ἀπέδωκεν αὐτοῖς, καὶ τοὺς νόμους καὶ τῶν κτημάτων τὰ περιόντα βέβαια παρέσχεν ἡ σύγκλητος. ἀνθ᾽ ὧν ἄλλας τε τιμὰς ὑπερφυεῖς ἔσχε παρ᾽ αὐτοῖς, καὶ νόμον ἔθεντο τοιοῦτον, ὁπόταν ἐπιβῇ Σικελίας Μάρκελλος ἢ τῶν ἐκγόνων τις αὐτοῦ, στεφανηφορεῖν Συρακουσίους καὶ θύειν τοῖς θεοῖς. ΧΧΙV. Τοὐντεῦθεν ἤδη τρέπεται πρὸς ᾿Αννίβαν. τῶν ἄλλων ὑπάτων καὶ ἡγεμόνων σχεδὸν ἁπάντων μετὰ τὰ ἐν Κάνναις ἑνὶ στρατηγήματι τῷ φυγομαχεῖν χρωμένων ἐπὶ τὸν ἄνδρα, παρατάττεσθαι δὲ καὶ συμπλέκεσθαι μηδενὸς τολμῶντος, αὐτὸς ἐπὶ τὴν ἐναντίαν ὥρμησεν ὁδόν, οἰόμενος τῷ δοκοῦντι καταλύειν ᾿Αννίβαν χρόνῳ πρότερον ἐκτριβεῖσαν ὑπ᾽ ἐκείνου λήσεσθαι τὴν Ἰταλίαν, καὶ τὸν Φάβιον ἀεὶ τῆς ἀσφαλείας ἐχόμενον οὐ καλῶς ἔχειν ἰᾶσθαι τὸ νόσημα τῆς