Textus Originalis

πατρίδος, περιμένοντα τῇ Ῥώμῃ μαραινομένῃ συναποσβῆναι τὸν πόλεμον, ὥσπερ ἰατρῶν τοὺς ἀτόλμους καὶ δειλοὺς πρὸς τὰ βοηθήματα, τῆς νόσου παρακμὴν τὴν τῆς δυνάμεως ἐξανάλωσιν ἡγουμένους. πρῶτον μὲν οὖν τὰς Σαυνιτικὰς πόλεις μεγάλας ἀφεστώσας ἑλών, σῖτόν τε πολὺν ἀποκείμενον ἐν αὐταῖς καὶ χρήματα καὶ τοὺς φυλάσσοντας ᾿Αννίβου στρατιώτας τρισχιλίους ὄντας ἔλαβεν· ἔπειτα τοῦ ᾿Αννίβου Φούλβιον Γναῖον ἀνθύπατον ἐν ᾿Απουλίᾳ κατακτείναντος μὲν αὐτὸν σὺν ἕνδεκα χιλιάρχοις, κατακόψαντος δὲ τῆς στρατιᾶς τὸ πλεῖστον, ἔπεμψεν εἰς Ῥώμην γράμματα τοὺς πολίτας παρακαλῶν θαρρεῖν· αὐτὸς γὰρ ἤδη βαδίζειν ὡς ἀφέλοιτο τὴν χαρὰν ᾿Αννίβου. καὶ ταῦτα μὲν ὁ Λίβιός φησιν ἀναγνωσθέντα τὰ γράμματα μὴ τῆς λύπης ἀφελεῖν, ἀλλὰ τῷ φόβῳ προσθεῖναι, τῶν Ῥωμαίων μεῖζον ἡγουμένων τοῦ γεγονότος τὸ κινδυνευόμενον ὅσῳ Φουλβίου κρείττων ἦν Μάρκελλος· ὁ δέ, ὥσπερ ἔγραψεν, εὐθὺς ᾿Αννίβαν διώκων εἰς τὴν Λευκανίαν ἐνέβαλε, καὶ περὶ πόλιν Νομίστρωνα καθήμενον ὑπὲρ λόφων ὀχυρῶν καταλαβὼν αὐτὸς ἐν τῷ πεδίῳ κατεστρατοπέδευσε. τῇ δ᾽ ὑστεραίᾳ πρότερος εἰς μάχην παρατάξας τὸ στράτευμα καταβάντος ᾿Αννίβου, συνέβαλε μάχην κρίσιν οὐ λαβοῦσαν, ἰσχυρὰν δὲ καὶ μεγάλην γενομένην· ἀπὸ γὰρ ὥρας τρίτης συμπεσόντες ἤδη σκότους μόλις διελύθησαν. ἅμα δ᾽ ἡμέρᾳ προαγαγὼν αὖθις τὸ στράτευμα παρέταξε διὰ τῶν νεκρῶν