Textus Originalis

ὄνειρον ἦν αὐτῷ καὶ μετὰ φίλων καὶ συναρχόντων ἓν βούλευμα καὶ μία πρὸς θεοὺς φωνή, παραταττόμενον ᾿Αννίβαν λαβεῖν. ἥδιστα δ᾽ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι. καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρ᾽ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι μειρακιῶδες αὐτῷ προσπεπτώκει καὶ φιλοτιμότερον πάθος ἢ κατὰ πρεσβύτην τοσοῦτον. ὑπὲρ γὰρ ἑξήκοντα γεγονὼς ἔτη τὸ πέμπτον ὑπάτευεν. ΧΧΙΧ. Οὐ μὴν ἀλλὰ θυσιῶν καὶ καθαρμῶν ὧν ὑπηγόρευον οἱ μάντεις γενομένων ἐξῆλθε μετὰ τοῦ συνάρχοντος ἐπὶ τὸν πόλεμον, καὶ πολλὰ μεταξὺ Βαντίας πόλεως καὶ Βενυσίας καθήμενον ἠρέθιξε τὸν ᾿Αννίβαν. ὁ δὲ εἰς μάχην μὲν οὐ κατέβαινεν, αἰσθόμενος δὲ πεμπομένην ὑπ᾽ αὐτῶν στρατιὰν ἐπὶ Λοκροὺς τοὺς Ἐπιζεφυρίους, κατὰ τὸν περὶ Πετηλίαν λόφον ὑφεὶς ἐνέδρας πεντακοσίους καὶ δισχιλίους ἀπέκτεινε. τοῦτο Μάρκελλον ἐξέφερε τῷ θυμῷ πρὸς τὴν μάχην, καὶ προσῆγεν ἅμα ἐγγυτέρω τὴν δύναμιν. Ἦν δὲ μεταξὺ τῶν στρατοπέδων λόφος ἐπιεικῶς μὲν εὐερκής, ὕλης δὲ παντοδαπῆς ἀνάπλεως· εἶχε δὲ καὶ σκοπὰς περικλινεῖς ἐπ᾽ ἀμφότερα, καὶ ναμάτων ὑπεφαίνοντο πηγαὶ καταρρεόντων. ἐθαύμαζον οὖν οἱ Ῥωμαῖοι ᾿Αννίβαν ὅτι πρῶτος ἑλὼν εὐφυᾶ τόπον οὕτως οὐ κατέσχεν, ἀλλ᾽ ἀπέ-