Textus Originalis
λιπε τοῖς πολεμίοις. τῷ δὲ ἄρα καλὸν μὲν ἐνστρατοπεδεῦσαι τὸ χωρίον ἐφαίνετο, πολὺ δὲ κρεῖττον ἐνεδρεῦσαι· καὶ πρὸς τοῦτο μᾶλλον αὐτῷ χρῆσθαι βουλόμενος ἐνέπλησε τὴν ὕλην καὶ τὰς κοιλάδας ἀκοντιστῶν τε πολλῶν καὶ λογχοφόρων, πεπεισμένος ἐπάξεσθαι δι᾽ εὐφυΐαν αὐτὰ τὰ χωρία τοὺς Ῥωμαίους. οὐδὲ ἀπεψεύσθη τῆς ἐλπίδος· εὐθὺς γὰρ ἦν πολὺς ἐν τῷ στρατοπέδῳ τῶν Ῥωμαίων λόγος ὡς χρὴ τὸ χωρίον καταλαμβάνειν, καὶ διεστρατήγουν ὅσα πλεονεκτήσουσι τοὺς πολεμίους, μάλιστα μὲν ἐκεῖ στρατοπεδεύσαντες, εἰ δὲ μὴ, τειχίσαντες τὸν λόφον. ἔδοξεν οὖν τῷ Μαρκέλλῳ μετ᾽ ὀλίγων ἱπποτῶν ἐπελάσαντι κατασκέψασθαι. καὶ λαβὼν τὸν μάντιν ἐθύετο· καὶ τοῦ πρώτου πεσόντος ἱερείου δείκνυσιν αὐτῷ τὸ ἧπαρ οὐκ ἔχον κεφαλὴν ὁ μάντις. ἐπιθυσαμένου δὲ τὸ δεύτερον ἥ τε κεφαλὴ μέγεθος ὑπερφυὲς ἀνέσχε καὶ τἄλλα φαιδρὰ θαυμαστῶς διεφάνη, καὶ λύσιν ἔχειν ὁ τῶν πρώτων φόβος ἔδοξεν. οἱ δὲ μάντεις ταῦτα μᾶλλον ἔφασαν δεδιέναι καὶ ταράττεσθαι· λαμπροτάτων γὰρ ἐπ᾽ αἰσχίστοις καὶ σκυθρωποτάτοις ἱεροῖς γενομένων ὕποπτον εἶναι τῆς μεταβολῆς τὴν ἀτοπίαν. ἀλλὰ γὰρ Τὸ πεπρωμένον οὐ πῦρ, οὐ σιδαροῦν σχήσει τεῖχος, κατὰ Πίνδαρον, ἐξήει τόν τε συνάρχοντα Κρισπῖνον παραλαβὼν καὶ τὸν υἱὸν χιλιαρχοῦντα καὶ τοὺς σύμπαντας ἱππεῖς εἴκοσι καὶ διακοσίους. ὧν Ῥωμαῖος οὐδεὶς ἦν, ἀλλ᾽ οἱ μὲν ἄλλοι Τυρρηνοί, τεσσαράκοντα δὲ Φρεγελλανοί, πεῖραν ἀρετῆς καὶ