Textus Originalis

τοσοῦτον πλῆθος ἱππέων ὁμοῦ καὶ πεζῶν ὀλίγοις τοῖς περὶ αὐτὸν ἱππεῦσιν, ὃ ῥᾳδίως ὑφ᾽ ἑτέρου στρατηγοῦ γεγονὸς οὐχ ἱστόρηται, καὶ τὸν ἄρχοντα τῶν πολεμίων ἀνελόντος· ἐν ᾧ τρόπῳ Πελοπίδας ἔπταισεν ὁρμήσας ἐπὶ ταὐτά, προαναιρεθεὶς δὲ ὑπὸ τοῦ τυράννου καὶ παθὼν πρότερον ἢ δράσας. οὐ μὴν ἀλλὰ τούτοις μὲν ἔστι παραβαλεῖν τὰ Λεῦκτρα καὶ Τεγύρας, ἐπιφανεστάτους καὶ μεγίστους ἀγώνων, κρυφαίαν δὲ σὺν λόχῳ κατωρθωμένην πρᾶξιν οὐκ ἔχομεν τοῦ Μαρκέλλου παραβαλεῖν οἷς Πελοπίδας περὶ τὴν ἐκ φυγῆς κάθοδον καὶ ἀναίρεσιν τῶν ἐν Θήβαις τυράννων ἔπραξεν, ἀλλ᾽ ἐκεῖνο πολὺ πάντων ἔοικε πρωτεύειν τῶν ὑπὸ σκότῳ καὶ δι᾽ ἀπάτης γεγενημένων τὸ ἔργον. ᾿Αννίβας φοβερὸς μὲν καὶ δεινὸς ἐνέκειτο Ῥωμαίοις,¹ ὥσπερ ἀμέλει Λακεδαιμόνιοι τότε Θηβαίοις, ἐνδοῦναι δὲ τούτους μὲν Πελοπίδᾳ καὶ περὶ Τεγύρας καὶ περὶ Λεῦκτρα βέβαιόν ἐστιν, ᾿Αννίβαν δὲ Μάρκελλος, ὡς μὲν οἱ περὶ Πολύβιον λέγουσιν, οὐδὲ ἅπαξ ἐνίκησεν, ἀλλ᾽ ἀήττητος ὁ ἀνὴρ δοκεῖ διαγενέσθαι μέχρι Σκηπίωνος· ἡμεῖς δὲ Λιβίῳ, Καίσαρι καὶ Νέπωτι καὶ τῶν Ἑλληνικῶν τῷ βασιλεῖ Ἰόβᾳ πιστεύομεν, ἥττας τινὰς καὶ τροπὰς ὑπὸ Μαρκέλλου τῶν σὺν ᾿Αννίβᾳ γενέσθαι· μεγάλην δὲ αὗται ῥοπὴν οὐδεμίαν ἐποίησαν, ἀλλ᾽ ἔοικε ψευδόπτωμά τι γενέσθαι περὶ τὸν Λίβυν ἐν ταῖς συμπλοκαῖς ἐκείναις. ὃ δὴ κατὰ λόγον καὶ προσηκόντως ἐθαυμάσθη, μετὰ τοσαύτας τροπὰς στρατοπέδων καὶ φόνους στρατηγῶν καὶ σύγχυσιν ὅλης ὁμοῦ τῆς Ῥωμαίων ἡγεμονίας