Textus Originalis

εἰς ἀντίπαλα τῷ θαρρεῖν καθισταμένων· ὁ γὰρ ἐκ πολλοῦ τοῦ πάλαι περιδεοῦς καὶ καταπεπληγότος αὖθις ἐμβαλὼν τῷ στρατεύματι ζῆλον καὶ φιλονεικίαν πρὸς τοὺς πολεμίους, καὶ τοῦτο δὴ τὸ μὴ ῥᾳδίως τῆς νίκης ὑφιέμενον, ἀλλὰ καὶ ἀμφισβητοῦν τε καὶ φιλοτιμούμενον ἐπάρας καὶ θαρρύνας, εἷς ἀνὴρ ἦν, Μάρκελλος· εἰθισμένους γὰρ ὑπὸ τῶν συμφορῶν, εἰ φεύγοντες ἐκφύγοιεν ᾿Αννίβαν, ἀγαπᾶν, ἐδίδαξεν αἰσχύνεσθαι σῳζομένους μεθ᾽ ἥττης, αἰδεῖσθαι δὲ παρὰ μικρὸν ἐνδόντας, ἀλγεῖν δὲ μὴ κρατήσαντας. ΙΙ. Ἐπεὶ τοίνυν Πελοπίδας μὲν οὐδεμίαν ἡττήθη μάχην στρατηγῶν, Μάρκελλος δὲ πλείστας τῶν καθ᾽ αὑτὸν Ῥωμαίων ἐνίκησε, δόξειεν ἂν ἴσως τῷ δυσνικήτῳ πρὸς τὸ ἀήττητον ὑπὸ πλήθους τῶν κατωρθωμένων ἐπανισοῦσθαι. καὶ μὴν οὗτος μὲν εἷλε Συρακούσας, ἐκεῖνος δὲ τῆς Λακεδαίμονος ἀπέτυχεν. ἀλλ᾽ οἶμαι μεῖζον εἶναι τοῦ καταλαβεῖν Σικελίαν τὸ τῇ Σπάρτῃ προσελθεῖν καὶ διαβῆναι πρῶτον ἀνθρώπων πολέμῳ τὸν Εὐρώταν, εἰ μὴ νὴ Δία τοῦτο μὲν φήσει τις τὸ ἔργον Ἐπαμεινώνδα μᾶλλον ἢ Πελοπίδου προσήκειν, ὥσπερ καὶ τὰ Λεῦκτρα, τῶν δὲ Μαρκέλλῳ διαπεπραγμένων ἀκοινώνητον εἶναι τὴν δόξαν. καὶ γὰρ Συρακούσας μόνος εἷλε, καὶ Κελτοὺς ἄνευ τοῦ συνάρχοντος ἐτρέψατο, καὶ πρὸς ᾿Αννίβαν μηδενὸς συλλαμβάνοντος, ἀλλὰ καὶ πάντων ἀποτρεπόντων, ἀντιταξάμενος καὶ μεταβαλὼν τὸ σχῆμα τοῦ πολέμου πρῶτος ἡγεμὼν τοῦ τολμᾶν κατέστη. ΙΙΙ. Τὴν τοίνυν τελευτὴν ἐπαινῷ μὲν οὐδετέρου