Textus Originalis

στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατηγίαν, καὶ τῇ περικοπῇ τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαιμόνιον, ὡς ὑπὸ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ τὸν πόλεμον· ἔτι δ᾽ εἰκὸς εἶναι τὸν Ἡρακλέα τοῖς μὲν Συρακουσίοις βοη- θεῖν διὰ τὴν Κόρην, παρ᾽ ἧς ἔλαβε τὸν Κέρβερον, ὀργίζεσθαι δὲ τοῖς ᾿Αθηναίοις, ὅτε τοὺς Αἰγεστέας, ἀπογόνους ὄντας Τρώων, ἔσωξον, αὐτὸς δ᾽ ὑπὸ Λαομέδοντος ἀδικηθεὶς ἀνάστατον ἐποίησε τὴν πόλιν. ᾿Αλλὰ τούτῳ μὲν ἴσως ἀπὸ τῆς αὐτῆς ἐμμελείας ταῦτά τε γράφειν ἐπήει καὶ τὴν Φιλίστου διάλεκ- τον εὐθύνειν, καὶ τοῖς περὶ Πλάτωνα καὶ ᾿Αριστο- τέλην λοιδορεῖσθαι· ἐμοὶ δ᾽ ὅλως μὲν ἡ περὶ λέξιν ἅμιλλα καὶ ζηλοτυπία πρὸς ἑτέρους μικρο- πρεπὲς φαίνεται καὶ σοφιστικόν, ἂν δὲ πρὸς τὰ ἀμίμητα γίγνηται, καὶ τελέως ἀναίσθητον. ἃς γοῦν Θουκυδίδης ἐξήνεγκε πράξεις καὶ Φίλιστος, ἐπεὶ παρελθεῖν οὐκ ἔστι, μάλιστά γε δὴ τὸν τρόπον καὶ τὴν διάθεσιν τοῦ ἀνδρὸς ὑπὸ πολλῶν καὶ μεγάλων παθῶν καλυπτομένην περιεχούσας, ἐπιδραμὼν βραχέως καὶ διὰ τῶν ἀναγκαίων, ἵνα μὴ παντάπασιν ἀμελὴς δοκῶ καὶ ἀργὸς εἶναι, τὰ διαφεύγοντα τοὺς πολλούς, ὑφ᾽ ἑτέρων δ᾽ εἰρημένα σποράδην ἢ πρὸς ἀναθήμασιν ἢ ψηφίσμασιν εὑρημένα παλαιοῖς πεπείραμαι συναγαγεῖν, οὐ τὴν ἄχρηστον ἀθροίξων ἱστορίαν, ἀλλὰ τὴν πρὸς κατανόησιν ἤθους καὶ τρόπου παραδιδούς.