Textus Originalis

11. Ἔνεστιν οὖν περὶ Νικίου πρῶτον εἰπεῖν ὃ γέγραφεν ᾿Δριστοτέλης, ὅτι τρεῖς ἐγένοντο βέλτι- στοι τῶν πολιτῶν καὶ πατρικὴν ἔχοντες εὔνοιαν καὶ φιλίαν πρὸς τὸν δῆμον, Νικίας ὁ Νικηράτου καὶ Θουκυδίδης ὁ Μελησίου καὶ Θηραμένης ὁ Αγνωνος, ἧττον δὲ οὗτος ἢ ἐκεῖνοι· καὶ γὰρ εἰς δυσγένειαν ὡς ξένος ἐκ Kéw λελοιδόρηται, καὶ διὰ TO μὴ μόνιμον, ἀλλ᾽ ἐπαμφοτερίζον del τῇ προ- αιρέσει τῆς πολιτείας ἐπεκλήθη Κόθορνος. ἐκεί- νων δὲ πρεσβύτερος μὲν ὁ Θουκυδίδης ἦν, καὶ πολλὰ καὶ Περικλεῖ δημαγωγοῦντι τῶν καλῶν καὶ ἀγαθῶν προϊστάμενος ἀντεπολιτεύσατο, νεύ- τερος δὲ Νικίας γενόμενος ἣν μὲν ἔν τινι λόγῳ καὶ Περικλέους ζῶντος, ὥστε κἀκείνῳ συστρατηγῆσαι καὶ καθ᾽ αὑτὸν ἄρξαι πολλάκις, Περικλέους δ᾽ ἀποθανόντος εὐθὺς εἰς τὸ πρωτεύειν προήχθη, μάλιστα μὲν ὑπὸ τῶν πλουσίων καὶ γνωρίμων, ἀντίταγμα ποιουμένων αὐτὸν πρὸς την Κλέωνος βδελυρίαν καὶ τόλμαν, οὐ μὴν ἀλλὰ καὶ τὸν δῆμον εἶχεν εὔνουν καὶ συμφιλοτιμούμενον. Ἰσχυε μὲν γὰρ ὁ Κλέων μέγα “ γεροντωγωγῶν κἀναμισθαρνεῖν διδούς," ὅμως δὲ καὶ τὴν πλεονε- ξίαν αὐτοῦ καὶ τὴν ἰταμότητα καὶ τὸ θράσος ὁρῶντες αὐτοὶ οἷς πρὸς χάριν ἔπραττεν, οἱ πολλοὶ τὸν Νικίαν ἐπήγοντο. καὶ γὰρ οὐκ ἣν αὐστηρὸν

Note a pie di pagina

1 1 τὸ θράσος Coraés and Bekker, after Reiske: θράσος.