Textus Originalis

ἧττον τοῖς κακῶς ποιεῖν δυναμένοις ἢ τοῖς εὖ πάσχειν ἀξίοις, καὶ ὅλως πρόσοδος ἦν αὐτοῦ τοῖς τε πονηροῖς ἡ δειλία καὶ τοῖς χρηστοῖς ἡ φιλαν- θρωπία. Λαβεῖν δὲ περὶ τούτων μαρτυρίαν καὶ παρὰ τῶν κωμικῶν ἔστι. 'Γηλεκλείδης μὲν γὰρ εἴς τινα τῶν συκοφαντῶν ταυτὶ πεποίηκε· Χαρικλίης μὲν οὖν ἔδωκε μνᾶν, ἵν᾽ αὐτὸν μὴ λέγῃ ὡς ἔφυ τῇ μητρὶ παίδων πρῶτος ἐκ βαλλαντίου· τέσσαρας δὲ μνᾶς ἔδωκε Νικίας Νικηράτου· ὧν δ᾽ ἕκατι τοῦτ᾽ ἔδωκε, καίπερ εὖ εἰδὼς ἐγὼ οὐκ ἐρῶ, φίλος γὰρ ἀνήρ, σωφρονεῖν δέ μοι δοκεῖ. ὁ δ᾽ ὑπ᾽ Εὐπόλιδος κωμῳδούμενος ἐν τῷ Μαρικᾷ παράγων τινὰ τῶν ἀπραγμόνων καὶ πενήτων λέγει· Α. Πόσον χρόνου γὰρ συγγεγένησαι Νικίᾳ; Β. οὐδ᾽ εἶδον, εἰ μὴ ἤναγχος ἑστῶτ᾽ ἐν ἀγορᾷ. Α. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι. καίτοι τί μαθὼν' ἂν εἶδεν, εἰ μὴ προυδίδου;

Note a pie di pagina

1 1 μαθὼν MSS. and edd., including Sintenis; παθών, an anonymous correction.