Textus Originalis

I’. ἠκούσατ᾽, ὦ ξυνήλικες, ἐπ᾽ αὐτοφώρῳ Νικίαν εἰλημμένον. Β. ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς, λάβοιτ᾽ ἂν ἄνδρ᾽ ἄριστον ἐν κακῷ τινι; ὁ δ᾽ ᾿Αριστοφάνους Κλέων ἀπειλῶν λέγει· Λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. ὑποδηλοῖ δὲ καὶ Φρύνιχος τὸ ἀθαρσὲς αὐτοῦ καὶ καταπεπληγμένον ἐν τούτοις· Ἦν γὰρ πολίτης ἀγαθός, ὡς εὖ οἶδ᾽ ἐγώ, κοὐχ ὑποταγεὶς ἐβάδιζεν, ὥσπερ Νικίας. V. Οὕτω δὴ διακείμενος εὐλαβῶς πρὸς τοὺς συκοφάντας οὔτε συνεδείπνει τινὶ τῶν πολιτῶν οὔτε κοινολογίαις οὔτε συνδιημερεύσεσιν ἐνέ- βαλλεν ἑαυτόν, οὐδ᾽ ὅλως ἐσχόλαζε ταῖς τοιαύ- ταις διατριβαῖς, ἀλλ᾽ ἄρχων μὲν ἐν τῷ στρατηγίῳ διετέλει μέχρι νυκτός, ἐκ δὲ βουλῆς ὕστατος ἀπήει πρῶτος ἀφικνούμενος. εἰ δὲ μηδὲν ἐν κοινῷ πράττειν ἔχοι, δυσπρόσοδος ἦν καὶ δυσέν- τευκτος οἰκουρῶν καὶ κατακεκλεισμένος. οἱ δὲ φίλοι τοῖς ἐπὶ ταῖς θύραις φοιτῶσιν ἐνετύγχανον, καὶ παρῃτοῦντο συγγνώμην ἔχειν, ὡς καὶ τότε Νικίου πρὸς δημοσίας χρείας τινὰς καὶ ἀσχολίας ὄντος. Καὶ ὁ μάλιστα ταῦτα συντραγῳδῶν καὶ συμ- περιτιθεὶς ὄγκον αὐτῷ καὶ δόξαν Ἱέρων ἦν, ἀνὴρ