Textus Originalis

λογίων προὔφερε παλαιῶν μέγα κλέος τῶν ᾿Αθηναίων ἀπὸ Σικελίας ἔσεσθαι. καὶ θεοπρόποι τινὲς αὐτῷ παρ᾽ ῎Αμμωνος ἀφίκοντο χρησμὸν κομίζοντες ὡς λήψονται Συρακουσίους ἅπαντας ᾿Αθηναῖοι· τὰ δ᾽ ἐναντία φοβούμενοι δυσφημεῖν ἔκρυπτον. οὐδὲ γὰρ τὰ προὔπτα καὶ καταφανῆ τῶν σημείων ἀπέτρεπεν, ἥ τε τῶν Ἑρμῶν περικοπή, μιᾷ νυκτὶ πάντων ἀκρωτηριασθέντων πλὴν ἑνός, ὃν ᾿Ανδοκίδου καλοῦσιν, ἀνάθημα μὲν τῆς Αἰγηΐ- δος φυλῆς, κείμενον δὲ πρὸ τῆς τότε οὔσης ᾿Ανδο- κίδου οἰκίας, καὶ τὸ πραχθὲν περὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν. ἄνθρωπος γάρ τις ἐξαίφνης ἀνα- πηδήσας ἐπ᾽ αὐτόν, εἶτα περιβὰς ἀπέκοψεν αὑτοῦ λίθῳ τὸ αἰδοῖον. Ἔν δὲ Δελφοῖς Παλλάδιον ἕστηκε χρυσοῦν ἐπὶ φοίνικος χαλκοῦ βεβηκός, ἀνάθημα τῆς πόλεως ἀπὸ τῶν Μηδικῶν ἀριστείων· τοῦτ᾽ ἔκοπτον ἐφ᾽ ἡμέρας πολλὰς προσπετόμενοι κόρα- κες, καὶ τὸν καρπὸν ὄντα χρυσοῦν τοῦ φοίνικος ἀπέτρωγον καὶ κατέβαλλον. οἱ δὲ ταῦτα μὲν ἔφασαν εἶναι Δελφῶν πλάσματα πεπεισμένων ὑπὸ Συρακουσίων· χρησμοῦ δέ τινος κελεύοντος αὐτοὺς ἐκ Κλαζομενῶν τὴν ἱέρειαν τῆς ᾿Αθηνᾶς ἄγειν, μετεπέμψαντο τὴν ἄνθρωπον· ἐκαλεῖτο δὲ Ἡσυχία. καὶ τοῦτο ἦν, ὡς ἔοικεν, ὃ παρήνει τῇ πόλει τὸ δαιμόνιον ἐν τῷ παρόντι, τὴν ἡσυχίαν ἄγειν. Εἴτε δὴ ταῦτα δείσας εἴτ᾽ ἀνθρωπίνῳ λογισμῷ