Textus Originalis
Ὡς οὖν ὥρμηντο πρὸς ταῦτα, ὁ Νικίας ἐναν- τιούμενος οὔτε πολλοὺς οὔτε δυνατοὺς εἶχε συναγωνιστάς. οἱ γὰρ εὔποροι δεδιότες μὴ δοκῶσι τὰς λειτουργίας καὶ τριηραρχίας ἀπο- διδράσκειν, παρὰ γνώμην ἡσύχαζον· ὁ δ᾽ οὐκ ἔκαμνεν οὐδ᾽ ἀπηγόρευεν, ἀλλὰ καὶ μετὰ τὸ ψηφίσασθαι τὸν πόλεμον ᾿Αθηναίους καὶ στρα- τηγὸν ἑλέσθαι πρῶτον ἐκεῖνον μετ᾽ ᾿Αλκιβιάδου καὶ Λαμάχου, πάλιν ἐκκλησίας γενομένης, ἀναστὰς ἀπέτρεπε καὶ διεμαρτύρετο, καὶ τελευτῶν διέβαλε τὸν ᾿Αλκιβιάδην ἰδίων ἕνεκα κερδῶν καὶ φιλοτι- μίας τὴν πόλιν εἰς χαλεπὸν ἐξωθεῖν καὶ διαπόν- τιον κίνδυνον. ἔπραξε δ᾽ οὐδὲν μᾶλλον, ἀλλ᾽ ὑπὸ ἐμπειρίας δόξας ἐπιτηδειότερος εἶναι, καὶ πολλὴν ἀσφάλειαν ἕξειν πρὸς τὴν ᾿Αλκιβιάδου τόλμαν καὶ τὴν Λαμάχου τραχύτητα' τῆς ἐκείνου συγκεραννυμένης εὐλαβείας, βεβαιοτέραν ἐποίησε τὴν χειροτονίαν. ἀναστὰς γὰρ ὁ μάλιστα τῶν δημαγωγῶν ἐπὶ τὸν πόλεμον παροξύνων τοὺς ᾿Αθηναίους, Δημόστρατος, ἔφη τὸν Νικίαν προ- φάσεις λέγοντα παύσειν· καὶ ψήφισμα γράψας ὅπως αὐτοκράτορες ὦσιν οἱ στρατηγοὶ κἀνταῦθα κἀκεῖ βουλευόμενοι καὶ πράττοντες, ἔπεισε τὸν δῆμον ψηφίσασθαι. XIII. Καίτοι λέγεται πολλὰ καὶ παρὰ τῶν ἱερέων ἐναντιοῦσθαι πρὸς τὴν στρατείαν· ἀλλ᾽ ἑτέρους ἔχων μάντεις ὁ ᾿Αλκιβιάδης ἐκ δή τινων
Note a pie di pagina
1 1 τραχύτητα Reiske’s correction: πρᾳότητα (mildness); cf. chapter xv. 1.