Textus Originalis
Ἔτι δὲ τοῦ ᾿Αλκιβιάδου παρόντος ἑξήκοντα ναυσὶ πλεύσαντες ἐπὶ Συρακούσας, τὰς μὲν ἄλλας ἀνεῖχον ὑπὲρ τοῦ λιμένος ἔξω παρατάξαντες, δέκα δὲ κατήλαυνον εἴσω κατασκοπῆς εἵνεκα· καὶ Λεοντίνους ἐπὶ τὴν οἰκείαν ἀποκαλοῦσαι διὰ κήρυκος, αὗται λαμβάνουσι ναῦν πολεμίαν σανί- δας κομίζουσαν, εἰς ἃς ἀπεγράφοντο κατὰ φυλὰς αὑτοὺς οἱ Συρακούσιοι· κείμεναι δ᾽ ἄπωθεν τῆς πόλεως ἐν ἱερῷ Διὸς ᾿Ολυμπίου τότε πρὸς ἐξέ- τασιν καὶ κατάλογον τῶν ἐν ἡλικίᾳ μετεπέμφθη- σαν. ὡς οὖν ὑπὸ τῶν ᾿Αθηναίων ἁλοῦσαι πρὸς τοὺς στρατηγοὺς ἐκομίσθησαν καὶ τὸ πλῆθος ὤφθη τῶν ὀνομάτων, ἠχθέσθησαν οἱ μάντεις μή ποτε ἄρα τὸ χρεὼν ἐνταῦθα τοῦ χρησμοῦ περαίνοι, λέγοντος ὡς ᾿Αθηναῖοι λήψονται Συρακουσίους ἅπαντας. οὐ μὴν ἀλλ᾽ ἑτέρῳ' φασιν ἔργῳ τοῦτο τοῖς ᾿Αθηναίοις γενέσθαι ἐπιτελὲς καθ᾽ ὃν χρόνον ἀποκτείνας Δίωνα Κάλλιππος ὁ ᾿Αθηναῖος ἔσχε Συρακούσας. XV. ᾿Αποπλεύσαντος δὲ τοῦ ᾿Αλκιβιάδου μετ᾽ ὀλίγον ἐκ Σικελίας, τὸ πᾶν ἤδη κράτος ὁ Νικίας ἔσχεν. ὁ δὲ Λάμαχος ἦν μὲν ἀνδρώδης καὶ δίκαιος ἀνὴρ καὶ τῇ χειρὶ χρώμενος ἀφειδῶς κατὰ τὰς μάχας, πένης δὲ τοσοῦτον καὶ λιτὸς ὥστε καὶ ἑκάστην στρατηγίαν ἀπολογίζεσθαι τοῖς ᾿Αθη- ναίοις μικρὸν ἀργύριον εἰς ἐσθῆτα καὶ κρηπῖδας ἑαυτῷ. τοῦ δὲ Νικίου καὶ διὰ τἄλλα μέγας ἦν
Note a pie di pagina
1 1 ἑτέρῳ MSS., Coraés, and Bekker: ἕτεροι (others say that the prophesy was really fulfilled, ete.).