Textus Originalis

καὶ διὰ τὸν πλοῦτον καὶ διὰ τὴν δόξαν ὁ ὄγκος. λέγεται δ᾽ ἐν τῷ στρατηγίῳ ποτὲ βουλευομένων τι κοινῇ τῶν συναρχόντων, κελευσθεὶς ὑπ᾽ αὐτοῦ πρῶτος εἰπεῖν γνώμην Σοφοκλῆς ὁ ποιητὴς ὡς πρεσβύτατος ὢν τῶν συστρατήγων, “᾿Εγώ,” φάναι, “ παλαιότατος εἰμί, σὺ δὲ πρεσβύτατος.” Οὕτω δὴ καὶ τότε τὸν Λάμαχον ἄγων ὑφ᾽ ἑαυτῷ στρατηγικώτερον ὄντα, καὶ χρώμενος εὐλα- βῶς καὶ διὰ μελλήσεως ἀεὶ τῇ δυνάμει, πρῶτον μὲν ἀπωτάτω τῶν πολεμίων ἐκπεριπλέων Σικε- λίαν θάρσος ἔδωκεν αὐτοῖς, ἔπειτα προσβαλὼν Ὕβλῃ, πολιχνίῳ μικρῷ, καὶ πρὶν ἑλεῖν ἀποστάς, κομιδῇ κατεφρονήθη. καὶ τέλος εἰς Κατάνην ἀπῆλθε πράξας οὐδὲν ἢ καταστρεψάμενος Ὕκ- καρα, βαρβαρικὸν χωρίον, ὅθεν λέγεται καὶ Λαΐδα τὴν ἑταίραν ἔτι κόρην ἐν τοῖς αἰχμαλώτοις πραθεῖσαν εἰς Πελοπόννησον κομισθῆναι. XVI. Τοῦ δὲ θέρους διελθόντος, ἐπεὶ τοὺς Συρακουσίους ἐπυνθάνετο προτέρους ἐπ᾽ αὐτοὺς ἀφίξεσθαι τεθαρρηκότας, οἱ δ᾽ ἱππεῖς ὕβρει προσ- ελαύνοντες ἤδη πρὸς τὸ στρατόπεδον ἠρώτων εἰ Καταναίοις συνοικήσοντες ἢ Λεοντίνους κατοι- κιοῦντες ἥκουσι, μόλις ὁ Νικίας ὥρμησε πλεῖν ἐπὶ Συρακούσας. καὶ βουλόμενος ἀδεῶς καὶ καθ᾽ ἡσυχίαν ἱδρῦσαι τὸν στρατόν, ὑπέπεμψεν ἄνθρω- πον ἐκ Κατάνης κελεύοντα τοὺς Συρακουσίους, εἰ βούλονται λαβεῖν ἔρημον ἀνδρῶν τὸ στρατό-