Textus Originalis

πεδον καὶ τὰ ὅπλα τῶν ᾿Αθηναίων, ἐν ἡμέρᾳ ῥητῇ πρὸς Κατάνην πανστρατιᾷ παραγενέσθαι· τῶν δ᾽ ᾿Αθηναίων ἐν τῇ πόλει τὰ πλεῖστα διατριβόντων ἐγνωκέναι τοὺς Συρακουσίων φίλους, ὅταν ἐκεί- νους προσιόντας αἴσθωνται, τάς τε πύλας κατα- λαμβάνειν ἅμα καὶ τὸν ναύσταθμον ὑποπιμπρά- ναι· πολλοὺς δὲ εἶναι τοὺς συνεστῶτας ἤδη καὶ τὴν ἐκείνων περιμένοντας ἄφιξιν. Τοῦτ᾽ ἄριστα Νικίας ἐστρατήγησε περὶ Σικε- λίαν. ὁμοῦ τε γὰρ ἐξαγαγὼν τοὺς πολεμίους καὶ τὴν πόλιν ὁμοῦ τι ποιήσας ἔρημον ἀνδρῶν, αὐτὸς ἐκ Κατάνης ἀναχθεὶς τῶν τε λιμένων ἐκρά- τησε καὶ τῷ στρατοπέδῳ κατέλαβε χώραν, ὅθεν ἥκιστα βλαπτόμενος οἷς ἐλείπετο τῶν πολεμίων, ἤλπιζεν ἐξ ὧν ἐθάρρει πολεμήσειν ἀκωλύτως. ἐπεὶ δ᾽ ἀναστρέψαντες ἐκ Κατάνης οἱ Συρακούσιοι παρετάξαντο πρὸ τῆς πόλεως, ἐπαγαγὼν ταχὺ τοὺς ᾿Αθηναίους ἐκράτησε. καὶ πολλοὺς μὲν οὐκ ἀπέκτεινε τῶν πολεμίων· οἱ γὰρ ἱππεῖς ἐμποδὼν ἐγένοντο τῇ διώξει· τοῦ δὲ ποταμοῦ διαφθείρων καὶ ἀποκόπτων τὰς γεφύρας, παρέσχεν Ἕρμο- κράτει λέγειν παραθαρρύνοντι τοὺς Συρακουσίους ὅτι γελοῖός ἐστιν ὁ Νικίας, ὅπως οὐ μαχεῖται στρατηγῶν, ὥσπερ οὐκ ἐπὶ μάχῃ πεπλευκώς. οὐ μὴν ἀλλὰ φόβον τε καὶ κατάπληξιν ἰσχυρὰν ἐνειργάσατο τοῖς Συρακουσίοις, ὥστ᾽ ἀντὶ τῶν ὄντων τότε πεντεκαίδεκα στρατηγῶν ἑτέρους ἑλέσθαι τρεῖς, οἷς πίστιν ἔδωκεν ὁ δῆμος δι᾽ ὅρκων, ἢ μὴν ἐάσειν ἄρχειν αὐτοκράτορας.