Textus Originalis
κατασχών, τῶν δὲ προσβοηθούντων λογάδων κρατήσας ἑλεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον τῶν πολεμίων ἄμαχον εἶναι δοκοῦσαν. Ὃ δὲ πάντων μάλιστα καὶ Σικελιώτας ἐξέ- πληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν ᾿Αθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακει- μένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν. ἀλλὰ τοῦτ᾽ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντὸς ἄνθρωπος οὐδ᾽ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι. θαυμάζω δὲ τοῦ στρατη- γοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδραγαθίαν ἐν οἷς κατώρθουν. ὁ μὲν γὰρ Εὐρι- πίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γρά- φων ἐπικήδειον ἐποίησεν· Οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν Ἄνδρες, ὅτ᾽ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις· οὐκ ὀκτὼ δὲ νίκας, ἀλλὰ πλείονας ἄν τις εὕροι Συρακουσίους νενικημένους ὑπ᾽ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύχης ἀντίστασίν τινα γενέσθαι τοῖς ᾿Αθηναίοις ἐπὶ πλεῖστον αἰρομένοις δυνάμεως. XVIIL Ταῖς μὲν οὖν πλείσταις πράξεσι βια- ζόμενος τὸ σῶμα παρῆν ὁ Νικίας· ἀκμὴν δέ ποτε τῆς ἀρρωστίας λαβούσης ὁ μὲν ἐν τείχεσι μετ᾽