Textus Originalis
ὀλίγων ὑπηρετῶν κατέκειτο, τὴν δὲ στρατιὰν ἔχων ὁ Λάμαχος προσεμάχετο τοῖς Συρακουσίοις ἐκ τῆς πόλεως τεῖχος ἀνάγουσι πρὸς τὸ τῶν ᾿Αθηναίων, ὃ κωλύσειν ἔμελλε διὰ μέσου τὸν ἀπο- τειχισμόν. τῷ δὲ κρατεῖν τῶν ᾿Αθηναίων ἀτακτό- τερον φερομένων πρὸς τὰς διώξεις, ἀπομονωθεὶς ὁ Λάμαχος ὑπέστη τῶν Συρακουσίων τοὺς ἱππεῖς ἐπιφερομένους. ἦν δὲ πρῶτος αὐτῶν Καλλικράτης, ἀνὴρ πολεμικὸς καὶ θυμοειδής. πρὸς τοῦτον ἐκ προκλήσεως καταστὰς ὁ Λάμαχος ἐμονομάχησε, καὶ λαβὼν πληγὴν πρότερος, εἶτα δοὺς καὶ πεσὼν ὁμοῦ συναπέθανε τῷ Καλλικράτει. καὶ τὸ μὲν σῶμα κρατήσαντες αὐτοῦ μετὰ τῶν ὅπλων ἐξῆραν οἱ Συρακούσιοι, δρόμῳ δ᾽ ἐφέροντο πρὸς τὰ τείχη τῶν ᾿Αθηναίων, ἐν οἷς ὁ Νικίας ἦν οὐκ ἔχων τοὺς βοηθοῦντας. ὅμως δ᾽ ὑπὸ τῆς ἀνάγκης ἐξαναστὰς καὶ κατιδὼν τὸν κίνδυνον ἐκέλευσε τοὺς καθ᾽ ἑαυ- τόν, ὅσα ξύλα πρὸ τῶν τειχῶν ἐτύγχανεν εἰς μηχανὰς παραβεβλημένα, καὶ τὰς μηχανὰς αὐτὰς πῦρ κομίσαντας ἅψαι. τοῦτο τοὺς Συρακουσίους ἐπέσχε καὶ τὸν Νικίαν ἔσωσε καὶ τὰ τείχη καὶ τὰ χρήματα τῶν ᾿Αθηναίων· φλόγα γὰρ ἀρθεῖσαν διὰ μέσου πολλὴν ἰδόντες ἀπετράπησαν οἱ Συρα- κούσιοι. Τούτων δὲ πραχθέντων ἀπολέλειπτο μὲν ὁ Νικίας μόνος τῶν στρατηγῶν, ἦν δ᾽ ἐλπίδος μεγάλης. καὶ γὰρ πόλεις μεθίσταντο καὶ πλοῖα μεστὰ σίτου πολλαχόθεν ἦλθεν εἰς τὸ στρατό- πεδον,' τοῖς πράγμασιν εὖ φερομένοις πάντων προστιθεμένων. καὶ λόγοι τινὲς ἤδη παρὰ τῶν
Note a pie di pagina
1 1 εἰς τὸ στρατόπεδον MSS. and edd.; ἦλθεν added by Sintenis.