Textus Originalis

τριήρει· καὶ συνδραμόντων πρὸς αὐτόν, ὡς εἰκός, πάντων ἔφραζεν ὅτι Γύλιππος ἀφίξεται διὰ ταχέων καὶ νῆες ἄλλαι βοηθοὶ προσπλέουσιν. οὔπω δὲ τῷ Γογγύλῳ πιστευόντων βεβαίως, ἧκεν ἄγγελος παρὰ τοῦ Γυλίππου κελεύοντος ἀπαντᾶν. οἱ δὲ θαρρήσαντες ἐξωπλίζοντο· καὶ προσῆγεν εὐθὺς ὁ Γύλιππος ἐξ ὁδοῦ παρατεταγμένος ἐπὶ τοὺς ᾿Αθηναίους. ὡς δὲ κἀκείνους ἀντέταξεν ὁ Νικίας, θέμενος ἐπὶ τοὺς ᾿Αθηναίους ὁ Γύλιππος τὰ ὅπλα καὶ κήρυκα πέμψας ἔλεγε διδόναι τοῖς ᾿Αθηναίοις ἄδειαν ἀπιοῦσιν ἐκ Σικελίας. ‘O μὲν οὖν Νικίας οὐθὲν ἠξίωσεν ἀποκρίνα- σθαι· τῶν δὲ στρατιωτῶν τινες καταγελῶντες ἠρώτων εἰ διὰ παρουσίαν ἑνὸς τρίβωνος καὶ βακτηρίας Λακωνικῆς οὕτως ἰσχυρὰ τὰ Συρακου- σίων ἐξαίφνης γέγονεν ὥστ᾽ ᾿Αθηναίων κατα- φρονεῖν, οἳ πολὺ ῥωμαλεωτέρους Γυλίππου καὶ μᾶλλον κομῶντας τριακοσίους ἔχοντες ἐν πέδαις δεδεμένους ἀπέδωκαν Λακεδαιμονίοις. Τίμαιος δὲ καὶ τοὺς Σικελιώτας φησὶν ἐν μηδενὶ λόγῳ ποιεῖ- σθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν καταγνόντας, ὡς δὲ πρῶ- τον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτὸς ὅτι τῷ Γυλίππῳ φανέντι καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως στρατευόμενοι. καὶ ταῦτα τῶν πρώτων ἀληθέστερά εἰσιν· ἐν γὰρ τῇ βακτηρίᾳ καὶ τῷ τρίβωνι τὸ σύμβολον καὶ τὸ ἀξίωμα τῆς Σπάρτης