Textus Originalis

Συρακουσίων ἐγίνοντο περὶ συμβάσεως πρὸς αὐτόν, ἀπεγνωκότων τὴν πόλιν. ὅπου καὶ Γύλιπ- πος ἐκ Λακεδαίμονος πλέων βοηθὸς αὐτοῖς, ὡς ἤκουσε κατὰ πλοῦν τὸν ἀποτειχισμὸν καὶ τὰς ἀπορίας, οὕτως ἔπλει τὸ λοιπὸν ὡς ἐχομένης μὲν ἤδη τῆς Σικελίας, ᾿Ιταλιώταις δὲ τὰς πόλεις δια- φυλάξων, εἰ καὶ τοῦτό πως ἐγγένοιτο. μεγάλη γὰρ ἡ δόξα διεφοίτα τοῦ κρατεῖν πάντα τοὺς ᾿Αθη- ναίους καὶ στρατηγὸν ἔχειν ἄμαχον δι᾽ εὐτυχίαν καὶ φρόνησιν. Ὁ δὲ Νικίας 1 εὐθὺς αὐτὸς καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐν τῷ παρόντι ῥώμης καὶ τύχης ἀνατε- θαρρηκώς, μάλιστα δὲ τοῖς ἐκ Συρακουσῶν δια- λεγομένοις κρύφα καὶ πέμπουσι πρὸς αὐτὸν ὅσον οὔπω τὴν πόλιν ἐνδίδοσθαι κατὰ συμβάσεις νομίζων, οὐδένα τοῦ Γυλίππου λόγον ἔσχε προσ- πλέοντος, οὐδὲ φυλακὴν ἐποιήσατο καθαράν, ἀλλὰ τῷ παντελῶς ὑπερορᾶσθαι καὶ καταφρονεῖ- σθαι λαθὼν αὐτὸν ὁ ἀνὴρ εἰσέπλευσε διὰ πορθ- μοῦ, καὶ προσκομισθεὶς ἀπωτάτω τῶν Συρακουσῶν στρατιὰν συνηγάγετο πολλήν, οὐδ᾽ εἰ πάρεστι τῶν Συρακουσίων ἐπισταμένων οὐδὲ προσδοκών- των. διὸ καὶ παρήγγελτο μὲν αὐτοῖς ἐκκλησία περὶ τῶν πρὸς τὸν Νικίαν ὁμολογιῶν, καί τινες ἐβάδιζον ἤδη, πρὶν ἢ παντελῶς ἀποτειχισθῆναι τὴν πόλιν οἰόμενοι δεῖν γενέσθαι τὰς διαλύσεις· βραχὺ γὰρ ἦν κομιδῇ τὸ ἀπολειπόμενον τοῦ ἔργου, καὶ τοῦτο παραβεβλημένην εἶχε τὴν παρασκευὴν τῆς τειχοδομίας σύμπασαν. XIX. ᾿Εν τούτῳ δὲ καιροῦ παρόντος τοῦ κιν- δύνου ἀφικνεῖται Γογγύλος ἐκ Κορίνθου μιᾷ

Note a pie di pagina

1 1 εὐθὺς deleted by Coraés and Bekker.