Textus Originalis

XX. Οἱ δ᾽ ᾿Αθηναῖοι καὶ πρότερον μὲν ὥρμηντο πέμπειν ἑτέραν δύναμιν εἰς Σικελίαν, φθόνῳ δὲ τῶν πρῶτον πραττομένων πρὸς εὐτυχίαν τοῦ Νικίου τοσαύτην πολλὰς διατριβὰς ἐμβαλόντων τότε γοῦν ἔσπευδον βοηθεῖν. καὶ Δημοσθένης μὲν ἔμελλε μεγάλῳ στόλῳ πλεῖν ἐκ χειμῶνος, Εὐρυμέδων δὲ διὰ χειμῶνος προεξέπλευσε χρήματα κομίζων καὶ συστρατήγους ἀποφαίνων ἡρημένους τῷ Νικίᾳ τῶν αὐτόθι στρατευομένων Εὐθύδημον καὶ Μένανδρον. Ἐν τούτῳ δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐξαίφνης ἐπιχειρούμενος ὁ Νικίας ταῖς μὲν ναυσὶν ἡττώμενος τὸ πρῶτον ὅμως ἐξέωσε καὶ κατέδυσε πολλὰς τῶν πολεμίων, πρὸς δὲ τὸ πεζὸν οὐκ ἔφθασε βοηθῶν, ἀλλ᾽ ἄφνω προσπεσὼν ὁ Γύλιππος εἷλε τὸ Πλημμύριον, ἐν ᾧ σκευῶν τριηρικῶν καὶ χρη- μάτων πολλῶν ἀποκειμένων ἐκράτησε πάντων καὶ διέφθειρεν ἄνδρας οὐκ ὀλίγους καὶ ζῶντας ἔλαβε· τὸ δὲ μέγιστον, ἀφείλετο τοῦ Νικίου τῆς ἀγορᾶς τὴν εὐπέτειαν. ἦν γὰρ ἡ κομιδὴ παρὰ τὸ Πλημ- μύριον ἀσφαλὴς καὶ ταχεῖα τῶν ᾿Αθηναίων κρατούντων, ἐκπεσόντων δὲ χαλεπὴ καὶ μετὰ μάχης ἐγίνετο πρὸς τοὺς πολεμίους ἐκεῖ ναυλοχοῦν- τας. ἔτι δὲ καὶ τὸ ναυτικὸν τοῖς Συρακουσίοις οὐκ ἀπὸ κράτους ἐφαίνετο νενικημένον, ἀλλ᾽